Ancient Greek · ~2 min
Commentary micah, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ.
Cyrillus Theol., In XII Prophetas 24-14
Not analysed yet
Oὐκοῦν, ὅταν τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς Δεσπότην ἀφέντες προσκεῖσθαι σπουδάσωμεν τοῖς ἀκαθάρτοις δαίμοσι, τότε πάντη τε καὶ πάντως ἑαυτοὺς θρηνήσομεν, καὶ ταῖς ἑαυτῶν ἀβουλίαις ἐποιμώζοντες, γυμνοὶ μὲν ἐσόμεθα τῆς παρ’ αὐτοῦ χάριτός τε καὶ βοηθείας, ἀσχήμονα δὲ καὶ ἀκαλλῆ διαζήσομεν βίον· τοῦτο γὰρ ἡ ἀνυποδεσία δηλοῖ. ὑποκεισόμεθα δὲ καὶ πλήττοντι τῷ σατανᾷ, καὶ οὐδὲν ἔτι τὸ κωλῦον ἐν παντὶ γενέσθαι κακῷ.