Ancient Greek · ~5 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 23-4
Not analysed yet
Ἂθρει δὴ οὖν ὅπως γεγόνασιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην. ἐπέγνως τὸν κληρονόμον 5 οὐκοῦν ἀπόδος τὸν ἐκνεμηθέντα κλῆρον αὐτῷ. παραβεβήκασι τοίνυν τὴν διαθήκην τοῦ Πατρὸς, τὸ ὅσον ἐφ’ ἑαυτοῖς, ἀποστεροῦντες τὸν κληρονόμον. ἀλλ’ οὐδὲ αὐτοὶ προσῆλθον τῇ χάριτι, οὐ προσήκαντο τὸν δοθέντα αὐτοῖς παρὰ τοῦ Θεοῦ κλῆρον. ἔφη μὲν γὰρ διὰ τοῦ προφήτου Θεός “Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει “Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν “οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν “διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου “τῆς χειρὸς αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.” εἰ δὲ δὴ δοκιμάζοιτο πρὸς τὴν πρώτην ἡ νέα, πλείστη τις ὅση τῶν ἐπηγγελμένων ἡ διαφορὰ νοηθήσεται. ἐκεῖ μὲν γὰρ τὴν τῶν Ἀμοῤῥαίων καὶ Γεργεσαίων καὶ Εὐαίων αὐτοῖς, καὶ μὴν καὶ Ἰεβουσαίων ἐπήγγελτο γῆν· ἡ δὲ καινὴ διαθήκη, τουτέστι τὰ διὰ Χριστοῦ θεσπίσματα, διὰ πίστεως ἐκάλουν εἰς υἱοθεσίαν Θεοῦ, εἰς δόξαν, εἰς ἀφθαρσίαν, εἰς ἀμήρυτον ζωὴν, εἰς μέθεξιν Θεοῦ τὴν διὰ Πνεύματος, εἰς βασιλείαν οὐρανῶν. ἀλλ’ οὐκ ἠθέλησαν ἔχειν τὸν ἐκνεμηθέντα κλῆρον αὐτοῖς δι’ Υἱοῦ παρὰ τοῦ Θεοῦ καὶ Πατρός. κατ’ ἄμφω δὴ οὖν λελυπήκασι παραβαίνοντες τὴν διαθήκην, καὶ τὸν κληροωόμον, ὡς ἔφην, τὸ ὅσον ἐφ’ ἑαυτοῖς τοῦ δοθέντος αὐτῷ παρὰ τοῦ Πατρὸς ἐξώσαντες κλήρου, ἐκπεπτωκότες δὲ καὶ αὐτοὶ τῶν παρὰ Θεοῦ δεδωρημένων αὐτοῖς ἐν Χριστοῷ.