Ancient Greek · ~5 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 23-6
Not analysed yet
Οτι πάντη τε καὶ πάντως εἰς λῆξιν τὴν ἀνωτάτω παντὸς ἡμᾶς ἀποφέρει κακοῦ τὸ ἀπονοσφίζεσθαι Θεοῦ, διανενευκότας ἀσχέτως ἐπὶ τὸ δρᾶν ἑλέσθαι τὰ πονηρὰ, καὶ ταῖς ἀπειθείαις περιυβρίζειν τρόπον τινὰ, καίτοι καλοῦντα πρὸς σωτηρίαν αὐτὸν, σαφηνιεῖ μὲν λέγων καὶ ὁ μακάριος Παῦλος “Βλέπετε, “ἀδελφοὶ, μὴ παραιτήσησθε τὸν καλοῦντα· οὐδὲν δὲ ἧττον καὶ διὰ τῶν προκειμένων ἡμῖν ἔσται καταφανές. καταλελοιπὼς γὰρ, φησὶ, τὴν ἐνεγκοῦσαν αὐτὸν ὁ παμμόχθηρος Εφραΐμ γῆν, ὥσπερ ἰδίαν τὴν Αἰγυπτίων ἐποιήσατο, τὰς ἐκ τοῦ πολέμου δεδιὼς συμφοράς. γέγονε δὲ καὶ ὑπ’ αὐτὸν τὸν Ἀσοὺρ, καὶ ὀθνείοις σκήπτροις ὑπήνεγκε τὸν αὐχένα· κατώλισθε γὰρ εἰς τοῦτο ταλαιπωρίας. κἂν εἴ τις ἔροιτο τὴν αἰτίαν, ἀκούσεται λέγοντος τοῦ πάντα εἰδότος Ὅτι ἠθέλησεν ἐπιστρέψαι· Θεοῦ γὰρ προθέντος τὴν ἀμνηστίαν καὶ ἀνόπιν ὥσπερ ἰέναι προστάττοντος, ἐπανήκειν ’δε ουτως εἰς τὸ αὐτῷ δοκοῦν, μεταφοιτῶντα φαυλότητος καὶ τῶν τῆς εἰδωλολατρείας ἀποθρώσκοντα βόθρων, κατημέλησε δεινῶς καὶ οὐκ ἠθέλησεν ἐπιστρέψαι· ταύτῃτοι καὶ ἥλω λοιπὸν, καὶ ὑπὸ χεῖρα γέγονε τῶν μεμισηκότων. ἠσθένησε γὰρ ἐν ταῖς πόλεσιν αὐτοῦ ῥομφαία, καὶ κατεπαυσεν ἐν ταῖς χερσὶν αὐτοῦ, τουτέστιν, ἐν οὐδεμιᾷ πόλει τοῦ Ἐφραΐμ ηὕρηταί τις ἀνὴρ, ὁ δεινὸς εἰς μάχην, καὶ ῥομφαίᾳ χρῆσθαι δυνάμενος. παρείθησαν γὰρ, καὶ οἷον ἐλύθησαν τῶν κατέχειν αὐτὴν εἰωθότων αἱ χεῖρες. ἐπειδὴ δὲ πονηρὰ καθ’ ἑαυτῶν καὶ πεφρονήκασι καὶ δεδράκασι, τῆς ἑαυτῶν δυσβουλίας ἔδονται τοὺς καρπούς.