Ancient Greek · ~4 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 24-5
Not analysed yet
Πικρὸν οὖν ἄρα τὸ ἀτιμάζειν ἀποτολμᾶν ταῖς ἀπειθείαις τὸν σώζοντα, κἂν εἰ προκέοιτό τισι τὸ διαφυγεῖν δύνασθαι πλημμελείας ἐξ ἡμερότητος τῆς παρὰ Θεοῦ, τὸ ῥᾳθυμεῖν οὐκ ἀζήμιον. κατοικήσομεν γὰρ ἐν Αἰγύπτῳ, τουτεστιν, ἔξοικοι τε καὶ ἀλῆται πάντη τε καὶ πάντως ἐσόμεθα, καὶ οὐχὶ γῆν ἀφέντες τὴν αἰσθητὴν, καὶ εἰς ἑτέραν μετανιστάμενοι, ἀλλὰ τὸν τῶν ἁγίων ἀφέντες κλῆρον· ἐσόμεθα δὲ καὶ ὑπὸ τὸν Ἀσοὺρ, τὸν ο ἄρχοντα δηλονότι τοῦ αἰῶνος τούτου, ὑπ’ αὐτῷ τε κεισόμεθα δοῦλοι καὶ αἰχμάλωτοι, καὶ τοῖς αὐτοῦ θελήμασιν ὑποκύπτοντες, διά τοι τὸ ἀσθενῆσαι καὶ καταπαῦσαι παρ’ ἥμιν τὴν ῤομφαίαν. οὐ γὰρ ἔστιν, οὐκ ἐστι τοῖς φιλαμαρτήμοσιν ἑλεῖν δύνασθαι “τὴν πανοπλίαν τοῦ Θεοῦ,” καὶ τὴν μάχαιραν “τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.” μάχαιραν δὲ νοήσεις, καὶ τῆς διανοίας ἡμῶν οἱονεὶ τὴν μαχιμωτάτην τε καὶ φιλοθεωτάτην κίνησιν, ἢν τοῖς πάθεσιν ἀντεξάγοντες, καὶ τοῖς διαβολικοῖς κακουργήμασιν ἀντιτάττοντες, τὴν εὐσεβῆ καὶ ἀμώμητον διάττομεν τρίβον, καὶ τῆς εὐαγγελικῆς πολιτείας ταῖς ἑαυτῶν κεφαλαῖς ἀνάπτομεν τὰ αὐχήματα.