Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ.
Cyrillus Theol., In XII Prophetas 23-7
Not analysed yet
Μεθίστησι μὲν τὸν λόγον ἐπ’ αὐτὸ τὸ τοῦ θανάτου πρόσωπον, ἀνέμῳ δὲ νότῳ καὶ καύσωνι παρεικάζει Χριστὸν, ὃν καὶ ἐκ τῆς ἐρήμου φησὶν ἐπενεχθήσεσθαι κατὰ καιρούς. χρὴ δὲ εἰδέναι, καὶ πρό γε τῶν ἄλλων, ἐκεῖνο, ὅτι τῶν Ιουδαίων ἡ χώρα πλατεῖαν καὶ ἀκατάληπτον ἔρημον ἔχει, κειμένην ἐν μέρεσι τοῖς νοτιωτάτοις, κἂν εἰ συνέβη ποτὲ τὸν ἐκεῖθεν ἄνεμον κατενεχθῆναι ῥαγδαίως, περιδεεῖς ἦσαν οὐ μετρίως, αὐαινομένης τῆς χώρας. δοκεῖ δέ τισι καὶ αὐτὰς τῶν ὑδάτων τὰς ἐν τῆ γῆ φλέβας ὀκνηροτέρας ποιεῖσθαι τὰς χορηγίας, καὶ ταῖς τοῦ βιαίου καὶ πυρώδους πνεύματος προσβολαῖς ἀνακόπτεσθαι. οὐκοῦν ἐξ ὧν ἴσασι καὶ πεπείρανται, ποιεῖται τοὺς λόγους.