Ancient Greek · ~4 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ.
Cyrillus Theol., In XII Prophetas 24-6
Not analysed yet
᾿Επενεχθήσεσθαι δὴ οὖν τῷ θανάτῳ Χριστὸν ὁ προφητικὸς ἡμῖν ἔφη λόγος ἀνέμῳ καύσωνι παραπλήσιον, ὃς πάσας αὐτοῦ τὰς πηγὰς καὶ τὰς φλέβας καταξηρανεῖ. ἐπιμένει οὖν τῆ τροπῇ, καὶ μάλα ὀρθῶς, καὶ ὡς ἀπό γε τοῦ συμβαίνειν εἰωθότος, τὴν τοῦ μυστηρίου ποιεῖται δήλωσιν. φλέβας δὲ καὶ πηγὰς τοῦ θανάτου, τοὺς τῆς τρόπους εἶναί φαμεν, ἤτοι τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις. δι’ αὐτῶν γὰρ ὥσπερ τὴν τῶν ἀεὶ κατὰ καιροὺς ἀπολλυμένων χορηγεῖται πληθύν. οὕτω νοήσεις καὶ τα σκεύη τὰ ἐπιθυμητὰ αὐτοῦ. σκεύη γὰρ ἀπολλύοντα τοὺς ἐπὶ τῆς γῆς καὶ τῷ θανάτῳ τίμια φαίη τις ἃν εἰκότως, ἢ τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις, ἤγουν ἀνοσίους τινὰς τῶν ἐπὶ τῆς γῆς, τῆς ἐκείνου δυστροπίας θεραπευτὰς, καὶ προσαπολλύντας ἑαυτοῖς ἑτέρους. πνεύσαντος δὴ οὖν τοῦ καύσωνος, ἅπασά φησιν ἡ τοῦ θανάτου ξηρανθήσεται γῆ. πεποίηται δὲ πάλιν ὡς ἐκ μεταφορᾶς ὁ λόγος. ὅμοιον γὰρ ὡς εἰ καὶ λέγοι τυχόν κατεβόσκετο μὲν ὥσπερ τι χωρίον ὁ θάνατος τοὺς ἐπὶ τῆς γῆς· ἀλλ’ ἔσται ξηρὸν, οὐχ εὑρήσει νομὴν ὁ θάνατος. ἀνήρηται γὰρ ἡ φθορὰ προθέντος ἅπασι τοῦ Χριστοῦ τὴν ζωὴν, καὶ παλινάγρετον ποιεῖσθαι τὴν ἀφθαρσίαν.