Ancient Greek · ~6 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 23-8
Not analysed yet
Ὅμοιον ὡς εἰ λέγοι σαφῶς ᾿Ηκλελοίπασιν εὐχαριστίαι, καὶ ὁ θύσων ἔτι παντελῶς οὐδεὶς, ὁ προσκομιῶν ἀνάθημα καὶ ληΐων ἀπαρχὰς, δράγμα που πάντως τὸ ἱερὸν εἰς ἀπαρχὴν θερισμοῦ πυρῶν ἀνατιθέμενον τῷ Θεῷ, κατὰ τὸν Μωυσέως νόμον· πρωτοκόμιά τε τὰ ἐξ ὡρῶν οὐδεὶς ὁ φησὶν, ἐντιθεὶς, καὶ πορευόμενος μὲν εἰς οἶκον κυρίου, ἀνάπτων δὲ τῷ Θεῷ καὶ ᾠδὰς τὰς χαριστηρίους, ἃς ἦν ἀγορεύειν ἔθος. ταύτῃτοι πενθεῖν τὸ ἀπόλεκτον κελεύει γένος, φημὶ δὴ τοὺς ἱερέας, οὐ λημμάτων ἕνεκα διαπονουμένους, ἀλλ’ ὡς τῶν ὑπὸ χεῖρα λαῶν ὑπερηλγηκότας, καὶ τεθειμένους εἰς λειτουργίαν τὴν ἱεράν τε καὶ ἀξιάκουστον, ἵνα καὶ πρό γε τῶν ἄλλων αὐτοὶ τὸν τῶν ὅλων ἐκμειλίσσοιντο Θεὸν, καὶ αὐτὸν δὲ τὸν ἱεροφάντην ἀπομιμοῖντο Μωυσέα, προεστηκότα τοῦ Ἰσραὴλ, καὶ Θεῷ λέγοντα “Δέομαι, κύριε, ἡμάρτηκεν “ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην, καὶ εἰ μὲν ἀφῇς αὐτοῖς “τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς “βίβλου σου ταύτης ἧς ἔγραψας.’’ μεσιτεύει γὰρ τῆς ἱερωσύνης τὸ χρῆμα Θεῷ τε καὶ λαοῖς, καὶ τοῖς τεταγμένοις εἰς λειτουργίαν τὴν οὕτω σεπτὴν, πρέποι ἂν, οἶμαί που καὶ μάλα εἰκότως, ἡ ἐν λιταῖς παρρησία. μονονουχὶ γὰρ καὶ ὑπὲρ πάντων τὴν ἰδίαν Θεῷ καθιεροῦσι ζωὴν, τὰ ὑπὲρ τῆς ἁμαρτίας ἐσθίοντες θύματα. τοῦτο καὶ διὰ φωνῆς Ὠσηέ φησιν ὁ τῶν ὅλων Θεός “῾Αμαρτίας λαοῦ μου φάγονται, “καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήψονται τὰς ψυχὰς αὐτῶν,” τουτέστιν, ὅταν ἀδικῶσι, τὸ δοκοῦν τῷ νόμῳ πλημμελοῦντες οἱ λαοὶ, τότε δὴ τότε φησὶν οἱ τῶν θείων θυσιαστηρίων ἱερουργοὶ λήψονται τῷ Θεῷ τὰς ἑαυτῶν ψυχὰς ὑπὲρ ἐκείνων. τὸ δὲ λήψονταί φησιν, ἀντὶ τοῦ προσκομιοῦσιν ἤγουν ἀναθήσουσι. λαμβάνεσθαι γὰρ ἐλέγετο τὸ ἀνατιθέμενον τῶ Θεῶ.