Ancient Greek
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 24-7
Not analysed yet
Τί δὲ καὶ ἡ πρόφασις τοῦ πένθους αὐτοῖς; τεταλαιπώρηκε τὰ πεδία, φησὶ, καὶ μέντοι καὶ σῖτος, τῶν ἀκρίδων ὀδοῦσι καταψιλούμενα, καὶ οἷον πυρὶ, τῇ ἐρισύβῃ καταπιμπράμενα. καταφλέγει γὰρ ὥσπερ καὶ αὐαίνει τὰ ἐν ἀγροῖς. δεῖν δὲ δή φησι καὶ αὐτὴν οἱονείπως κατολοφύρεσθαι τὴν γῆν, ἀπολωλότων αὐτῇ τῶν καρπῶν. τεταλαιπώρηκε γὰρ σῖτος, ἐξηράνθη αἶνος, ὠλιγώθη ἔλαιον, ἐξηράνθησαν, τουτέστιν, οἴχεται πάντα τὰ ἐξ αὐτῆς, καὶ τὰ ἐφ’ οἷς ἦν εἰκὸς καταθαυμάζεσθαι λίαν, ὡς καρπῶν ἀγαθῶν μητέρα καὶ τροφόν.