Ancient Greek · ~7 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 24-10
Not analysed yet
Επάνεισι πάλιν εἰς ἀφήγησιν ἐναργῆ τῶν συμβησομένων τοῖς ἠσεβηκόσι, τὸν αὐτὸν πλειστάκις κατευρύνων λόγον εἰς ὄνησιν τοῖς ἀκροωμένοις. ὅθεν οἶμαί που τὸ χρῆμα συνεὶς ὡς ἔστιν οὐκ ἀκερδὲς, καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει τισί “Τὰ αὐτὰ λέγειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφα- “λές.” προστάττει δὴ οὖν τοὺς ἱερατεύοντας μονονουχὶ καὶ ὑψοῦ τὴν ἰδίαν ἱέντας φωνὴν διαμαρτύρασθαι τῷ Ἰσραὴλ, ἕκαστά τε σαφῶς τῶν ὅσον οὐδέπω συμβησομένων προαγορεύειν αὐτοῖς. καὶ τίνας ἄρα νοήσομεν ἤγουν εἶναί φαμεν τοὺς διαπρύσιόν τι βοᾶν ἐπιτεταγμένους; ἆρα τοὺς τῶν δαμάλεων ἱερέας, ἢ τοὺς τῶν ἐν ἑτέρῳ τεμένει εἰδώλων; ἀλλ’ οἶμαι τοῦτο ἀπίθανον· οὐ γὰρ ἂν ἐκεῖνοι διεκήρυξαν τά τε σφῶν αὐτῶν καὶ τὰ τῶν ἑτέρων κακὰ οὓς αὐτοὶ πεπλανήκασι. τίνες οὖν ἄρα λοιπὸν οἱ προστεταγμένοι τοῦτο δρᾶν ἱερεῖς; οἱ ἐξ αἵματος τοῦ Αευΐ οὐ γὰρ πάντες συνωλισθήκασι τοῖς ἐν Σαμαρείᾳ πεπλανημένοις, οὔτε μὴν ἠνέσχοντο λατρεύειν εἰδώλοις, ἀποπηδήσαντες δὲ ταύτῃτοι τῆς Σαμαρειτῶν, ὑπενόστησαν εἰς Ἱεροσόλυμα. γέγραπται δὲ οὕτω περὶ αὐτῶν ἐν τῆ δεύτερᾳ τῶν Παραλειπομένων. ἔστι μὲν οὖν ὁ λόγος περὶ τοῦ Ἱεροβοάμ· εἶτα τὴν ἐνοῦσαν αὐτῷ δύναμιν ἐξηγούμενος “Καὶ ἦσαν αὐτῷ, φησὶν, Ἰούδα “καὶ Βενιαμίν. καὶ οἱ Λευῖται καὶ οἱ ἱερεῖς οἳ ἦσαν ἐν “παντὶ Ἰσραὴλ, συνήχθησαν πρὸς αὐτὸν ἐκ πάντων τῶν “όρίων. ὅτι ἐγκατέλειπον οἱ Λευῖται τὰ σκηνώματα τῆς “κατασχέσεως αὐτῶν, καὶ ἐπορεύθησαν πρὸς Ἰούδαν εἰς “Ἱερουσαλὴμ, ὅτι ἐξέβαλεν αὐτοὺς Ἱεροβοὰμ καὶ οἱ υἱοὶ “αὐτοῦ τοῦ μὴ λειτουργεῖν τῷ κυρίῳ. καὶ κατέστησεν “ἑαυτῷ ἱερεῖς τῶν ὑψηλῶν καὶ τοῖς εἰδώλοις καὶ τοῖς “ματαίοις καὶ τοῖς μόσχοις, ἃ ἐποίησεν Ἱεροβοάμ· καὶ “ἐξέβαλεν αὐτοὺς ἀπὸ φυλῶν Ἰσραὴλ οἳ ἔδωκαν καρδίαν “αὐτῶν τοῦ ζητῆσαι κύριον τὸν Θεὸν Ἰσραὴλ, καὶ ἦλθον “εἰς Ἱερουσαλὴμ θῦσαι κυρίῳ τῷ Θεῷ τῶν πατέρων αὐ- “τῶν. καὶ κατίσχυσαν τὴν βασιλείαν Ἰούδα.”