Ancient Greek · ~6 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 25-9
Not analysed yet
Επειδὴ γὰρ οὗτοι περὶ ὧν ὁ λόγος, οὐ μετρίως λελύπηντο, καὶ συγγενείας καὶ κλήρων ἀπεληλαμένοι καὶ λειτουργίας αὐτῆς· ἐξέβαλε γὰρ αὐτοὺς Ἱεροβοάμ· ἀναγκαίως αὐτοῖς δὴ μάλιστα κηρύττειν προστέταχε τῶν τε εἰδώλων αὐτῶν καὶ τῆς Σαμαρείας τὴν πόρθησιν, οἱονείπως παραμυθοῦ μένος καὶ διδάσκων ὅτι τὰ Θεοῦ φρονεῖν ᾑρημένοι, καὶ τὸν τῶν ὅλων Δεσπότην ἠγαπηκότες, οὐ συναπολοῦνται τοῖς ἄλλοις, ἁλλ’ ἔξω κείσονται τῆς ὀργῆς. ὅταν γὰρ, φησὶν, ἐπιφέροιμι τοῖς ἐξ Ἰσραὴλ τὰς ἁμαρτίας αὐτῶν, τότε καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια Βαιθήλ· κατασκαφήσοναται γὰρ τὰ κερατα αύτῶν καὶ πεσοῦνται ἐπὶ τὴν γῆν. ἆρ’ οὖν μέχρι τούτων τῆς Σαμαρείας ἡ πόρθησις, καὶ ἀρκέσει μόνον τὸ τεμένη καθελεῖν τοῖς καταδῃοῦν ἐπιτεταγμένοις καὶ κατασκάψαι θυσιαστηρια; οὐμενοῦν· συγχεω γάρ φησι καὶ παταζω ’τον οἶκον τὸν περίπτερον ἐπὶ τὸν οἶκον τὸν θερινόν. καὶ ὃ δηλοῦν, ἔστι τι τοιοῦτον. τρυφῶντες ἄγαν οἱ ἐν τῇ Σαμαρείᾳ μαρείᾳ καὶ τὸ ἐκ τοῦ πλουτεῖν ἔχοντες πλάτος, οἴκους ἑαυτοῖς κατεσκεύαζον χειμερίους τε καὶ θερινούς. καὶ τὸν μὲν χειμέριον ὀνομάζει περιπτερον, τὸν οἱονεὶ πανταχόθεν πτεροῖς ἢ τείχεσι περιεζωσμένον, ἵνα ταῖς τοῦ χειμῶνος ἐμβολαῖς μονονουχὶ καὶ ἀπρόσιτος ᾖ· θερινὸν δὲ τὸν ἀνειμένον, μένον, καὶ ταῖς τῶν ἀνέμων εὐπνοίαις ἐκκείμενον. οὐκοῦν τοῖς θυσιαστηρίοις, φησὶ, τοῖς κατεσκαμμένοις ὁμοῦ στγχεω κα) πατάζω οἴκους τε χειμερίους καὶ θερινούς· ἀπολοῦνται δὲ καὶ οἶκοι ἐλεφάντινοι. μεμνήμεθα δὲ ὅτι βεβασιλευκὼς Ἀχαὰβ ἐν τῆ Σαμαρείᾳ τοιοῦτον ἑαυτῷ κατεσκεύασεν οἶκον. προστεθήσονται δὲ καὶ ἕτεροι πολλοί φησι, τουτέστιν, οἱ τῶν ὑποβεβηκότων καὶ ἀσημοτέρων, ἤγουν λεπτῶν τε καὶ ἀγελαίων. διόλωλε γοῦν ἅπασα λοιπὸν ἡ Σαμάρεια, παντὸς οἴκου κατασεσεισμένου.