Ancient Greek · ~3 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 24-8
Not analysed yet
Ἐκ τῆς Ῥοβοὰμ βασιλείας ἀπορραγεισῶν τῶν δέκα φυλῶν, καὶ διήρη μένων αὐτῶν καὶ παντὸς τοῦ Ἰσραὴλ, εἴς τε τὸν Ἐφραῒμ καὶ τὸν Ἰούδα οἱ μακάριοι γεγόνασι προφῆται. λελαλήκασι δὲ τὰ παρ’ ἀμφοῖν, τῆς ὅλης αὐτοῖς βασιλείας παρατεινούσης μέχρι καιρῶν τῆς αἰχμαλωσίας. μετὰ ’δε γε τὴν ἐν τοῖς Ἱεροσολύμοις ἐκεῖθεν ὑποστροφὴν, καὶ τὴν γεγενημένην κατὰ καιροὺς ἐπάνοδον, προεφήτευσαν ἐπὶ τὸν Ἰσραὴλ Ἀγγαῖός τε καὶ Σαχαρίας καὶ μέντοι καὶ Μαλαχίας φαίνεται δὲ καὶ ὁ Ἔσδρας ὀλίγα ἄττα τῶν κατ’ ἐκεῖνο καιροῦ, καὶ ἐν τοῖς αὐτοῦ χρόνοις γεγενημένων προαγορεύσας. μέμνηται τοίνυν τῶν προκειμένων ὁ λόγος πράγματος οὐκ ἐν καιρῷ προφητῶν τῶν ἀρχαίων ἀλλ’ ὅτε δὴ μόλις Κύρου τὸν λαὸν ἀνέντος ἑπενόστησαν εἰς τὴν Ἰουδαίαν. καὶ τί τὸ χρῆμα τὸ ἀξιάκουστον, τί δὲ δὴ γενέσθαι συμβέβηκεν, ἐροῦμεν ὡς ἔνι, τὴν τοῦ Εσθρα συγγραφὴν κομίζοντες εἰς ἀπόδειξιν.