Ancient Greek · ~24 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 25.1-2
Not analysed yet
Οὐκοῦν ἐπειδήπερ εἰς τὴν Ἰουδαίαν ἐπανῆλθον ἄρτι, καὶ δασμῶν καὶ τῶν τῆς δουλείας ἀναπνεύσαντες πόνων οἱ ἐξ Ἰσραὴλ, ἐπὶ τὸ ῥᾴθυμον ἐτράποντο, καὶ ἦσαν οὐκ ἀσφαλεῖς τῶν διὰ Μωυσέως τεθεσπισμένων ἐπιτηδευταὶ καὶ φύλακες. ἀποφάσκοντος γὰρ τοῦ νόμου τὸ χρῆναί τινας ταῖς τῶν ἀλλοφύλων θυγατράσι συγκατευνάζεσθαι, ὀλίγα φροντίσαντες σαντες τῶν θεόθεν αὐτοῖς κεχρησμῳδημένων, ἀλλοτρίαις γυναιξὶν ἐπεμίσγοντο. καὶ πρὸς τοῦτο λίαν δεδυσφορηκὼς Ἔσδρας, περιερρήγνυτο μὲν τὴν ἐσθῆτα, κατωλοφύρετο δὲ τοὺς ἐξ Ἰσραὴλ, καὶ τῶν ἀλλοφύλων γυναικῶν ἀπαλλάττεσθαι παρεκάλει. οἱ δὲ τοῦτο δρᾶν ἀνεπείθοντο, δεδιότες τάχα που τὰ ἐξ ὀργῆς, καὶ τῶν ἐσομένων αὐτοῖς, εἰ μὴ ἕλοιντο τιμᾶν τὸν νόμον, τῶν προγεγονότων τὴν πεῖραν ἐποιοῦντο διδάσκαλον. ἐπειδὴ δὲ ἀπεβέβλητο καὶ ἀπεφοίτα τῶν Ἱεροσολύμων ἡ τῶν ἀλλοφύλων γυναίων πληθὺς, λοιπὸν ἀναγκαίως κατεπικραίνοντο πρὸς ὀργὰς οἱ περίοικοι τῶν ἐθνῶν, ἅτε δὴ καὶ διὰ τούτων οὐ μετρίως ἐξυβρισμένοι, καὶ πρός γε δὴ τούτῳ κἀκεῖνο που τάχα διελογίζοντο κατὰ σφᾶς αὐτούς. ἐπειδὴ γὰρ τὴν Ἱερουσαλὴμ ἀνετείχιζον μὲν, ἐσπούδαζον δὲ καὶ αὐτὸν τὸν θεῖον ἐγείρειν ναὸν, τοῖς τοῦ φθόνου βέλεσιν ἀνεκαίοντο πρὸς ὀργὰς, καὶ διακωλύειν ἐπεχείρουν, ἐκεῖνο διενθυμούμενοι, κατά γε τὸ εἰκὸς, ὡς εἰ γένοιτο πάλιν ὁ Ἰσραὴλ ἐν δυναστείαις ταῖς πρώην, καὶ τετειχισμένας μὲν ἔχοι τὰς πόλεις, ἐπαμύνοντα δὲ τὸν τῶν ὅλων Θεὸν, ἅτε δὴ τοῖς ἀρχαίοις ἔθεσι θεραπευόμενον ἐν ναῷ, πάλιν κατακρατήσει καὶ ἀφόρητος ἔσται τοῖς ἁπανταχοῦ, καὶ δασμοὺς ἐπιβαλεῖ τῶν ὁμόρων τισὶ, καὶ ἁλώσονται πάντως, καταδῃουμένων μένων αὐτοῖς τῶν χωρῶν, εἰ δή τινες ἕλοιντο κἂν γοῦν ὀψὲ ἀντιβλέψαι μόνον. ταύτης ἕνεκα τῆς αἰτίας παρεσκεύαζον μέν τινας ἀπείργειν αὐτοὺς τῶν τε ἐπ’ αὐτῷ τῷ ναῷ, καὶ τοῖς τείχεσι κατασκευασμάτων. ἐπειδὴ δὲ αὐτοῖς ἀνόνητος ἦν ἡ σπουδὴ, Θεοῦ κατευρύνοντος τοῖς ἐξ Ἰσραὴλ τὴν τῶν ἐπιτηδευμάτων ὁδὸν, ὡπλίζοντο λοιπὸν καὶ καταστρατεύειν ἤθελον· ἀλλ’ ἥλωσαν καὶ πεπτώκασι ἐπαμύνοντος αὐτοῖς Θεοῦ. γέγονε δὲ τῶν εἰς τοῦτο συναγηγερμενων ἡ ἄθροισις ἐν τῇ κοιλάδι Ἰωσαφάτ· χῶρος δὲ οὗτος οὐ πολλοῖς σταδίοις ἀπέχων Ἰερουσαλὴμ, ἐν τοῖς πρὸς ἠῶ μέρεσι. ψιλὸν δὲ εἶναί φασι, καὶ ἱππήλατον. ὅτι δὲ διεφθονήκασι μέν τινες τῶν δυνατωτέρων τοῖς ἐξ Ἰσραὴλ τὸν θεῖον ἐγείρουσι ναὸν, ὤνησαν δὲ οὐδὲν, διδάξει λέγων ὁ μακάριος Ἔσδρας “Ἐν δὲ τοῖς ἐπὶ Ἀρταξέρξου τοῦ “Περσῶν βασιλέως χρόνοις κατέγραψαν κατὰ τῶν κατοι- “κούντων ἐν Ἰουδαίᾳ καὶ ἐν Ἰερουσαλὴμ Βήλεμος καὶ “Μιθριδάτης καὶ Ταβέλλιος καὶ Ῥάθυμος καὶ Βεέλτεθμος “καὶ Γεελ́τεθμος ὁ γραμματεὺς, καὶ οἱ λοιποὶ οἱ τούτοις “συντασσόμενοι, οἰκοῦντες δὲ ἐν Σαμαρείᾳ καὶ τοῖς ἄλλοις “τόποις.’’ ἦν δὲ τῆς γραφῆς τοιάδε τις ἡ δύναμις, ὡς εἴη μὲν πόλις ἄθραυστον ἔχουσα δύναμιν Ἱερουσαλὴμ, εἴκουσα δὲ οὐδαμῶς τοῖς τῶν ἑτέρων χωρῶν βασιλεῦσιν· ἀντεγει- ρομένη δὲ μᾶλλον καὶ σφόδρα νεανικῶς, ἢν εἰ γένοιτο πάλιν ὑπονοστῆσαι πρὸς τὸ ἀρχαῖον, καὶ αὐτοῖς σωρεύσει φροντίδας τοῖς τῆς Βαβυλῶνος κατὰ καιροὺς ἡγουμένοις. ἀλλ’ ὤνησαν μὲν, ὡς ἔφην, οἱ τὰ τοιάδε γεγραφότες παντελῶς οὐδέν. παρεκάλουν δέ τινες τῶν ἐν Σαμαρείᾳ, τοὺς ἐκ Βαβυλῶνος μετοικισθέντας συνεργάζεσθαί τε καὶ συνοικοδομεῖν αὐτοῖς. οἱ δὲ οὐκ ἤθελον, καὶ ταύτης ἕνεκα τῆς αἰτίας κεκμήκασιν οὐ μετρίως, ταῖς ἐκείνων ἐπιβουλαῖς ἀντεξάγοντες. γέγραπται δὲ οὕτως ἐν τῷ Ἕσδρᾳ πάλιν “Καὶ ἤκουσαν οἱ θλίβοντες “Ἰούδαν καὶ Βενιαμὶν, ὅτι οἱ υἱοὶ τῆς ἀποικίας οἰκοδομοῦσιν “οἶκον τῷ κυρίῳ Θεῷ Ἰσραήλ· καὶ ἤγγισαν πρὸς Σορο- “βάβελ καὶ πρὸς τοὺς ἄρχοντας τῶν πατριῶν, καὶ εἶπον “αὐτοῖς οἰκοδομήσομεν μεθ’ ὑμῶν, ὅτι ὡς ὑμεῖς ἐκζητοῦ- “μὲν τὸν Θεὸν ὑμῶν, καὶ αὐτῷ ἡμεῖς θυσιάζομεν ἀπὸ Β. (A. V.) οἰκοδομήσωμεν Edd. 29. ὑμεῖς (sic) iid. ante Migne. “ἡμερῶν Σαρσάθου βασιλέως Ἀσοὺρ τοῦ ἐνέγκαντος ἡμᾶς “ὧδε. καὶ εἶπε πρὸς αὐτοὺς Ζοροβάβελ καὶ Ἰησοῦς καὶ “οἱ κατάλοιποι τῶν ἀρχόντων τῶν πατριῶν τοῦ Ἰσραήλ “Οὐχ ὑμῖν καὶ ἡμῖν τοῦ οἰκοδομῆσαι οἶκον τῷ Θεῷ ἡμῶν, “ὅτι ἡμεῖς αὐτοὶ ἐπὶ τὸ αὐτὸ οἰκοδομήσομεν κυρίῳ τῷ Θεῷ “ἡμῶν, ὡς ἐνετείλατο ἡμῖν Κῦρος ὁ βασιλεὺς Περσῶν. καὶ “ἦν ὁ λαὸς τῆς γῆς ἐκλύων τὰς χεῖρας τοῦ λαοῦ Ἰούδαι, “καὶ ἐνεπόδιζον αὐτοὺς τοῦ οἰκοδομεῖν, καὶ μισθούμενοι ἐπ’ “αὐτοὺς, βουλευόμενοι τοῦ διασκεδάσαι βουλὴν αὐτῶν.’’ ἁλλ’ ἐπεβούλευον μὲν, ἄπρακτος δὲ καὶ τούτοις ἡ ἐπιχείρησις ἦν. ὅτι δὲ τῆς λαθραίου λοιπὸν ἀτονούσης ἐπιβουλῆς τὸν πολέμου νόμον ἤεσαν στρατευόμενοι πάντες οἱ περίοικοι τῶν ἐθνῶν, ἥλωσάν τε καὶ πεπτώκασι, κἀντεῦθεν ἂν μάθοις. γράφει γὰρ ὧδε πάλιν καὶ ἐν τῷ δευτέρῳ βιβλίῳ. “καὶ “ἐγένετο ὡς ἤκουσεν Ἀναβαλὰτ καὶ τωβίας καὶ οἱ Ἄραβες “καὶ οἱ Ἀμμανῖται ὅτι ἀνέβη ἡ φυὴ τοῖς τείχεσιν Ἱερου- “σαλὴμ, καὶ ὅτι ἤρξαντο αἱ διασφαγαὶ ἀναφράσσεσθαι, “πονηρὸν αὐτοῖς ἐφάνη σφόδρα. καὶ συνήχθησαν πάντες “ἐπὶ τὸ αὐτὸ ἐξελθεῖν καὶ παρατάξασθαι ἐν Ἰερουσαλήμ. “καὶ πρὸς κύριον τὸν Θεὸν ἡμῶν, φησὶ, προσηυξάμεθα, “καὶ ἐστήσαμεν προφύλακας ἐπ’ αὐτοὺς ἡμέρας καὶ νυκτὸς “ἀπὸ προσώπου αὐτῶν. καὶ εἶπεν Ἰούδας Συνετρίβη ἡ “ἰσχὺς τῶν ἐχθρῶν, καὶ ὄχλος πολύς. καὶ σεσίγηται μὲν ἐν τούτοις τῆς κοιλάδος ἡ μνήμη· φέρει δὲ τοῦτο πάλιν εἰς ἡμᾶς ὁ τῆς παραδόσεως λόγος. ἀξιόχρεως δὲ εἰς πίστιν ἡ προφητεία καὶ αὐτὸν ἡμῖν τὸν τοῦ πολέμου χῶρον κατονομάζουσα. ταυτησὶ τῆς ἱστορίας μεμνῆσθαί φαμεν, συνάξειν λέγοντα πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα τοῦ Ἰωσαφάτ. δῆλον δὲ ὅτι οὐκ ἄκοντα ἄξει, ἀλλ’ ὅτι βουλόμενα ἐλθεῖν οὐ κωλύσει. διακριθήσεσθαι δὲ πρὸς ταῦτα περὶ τοῦ Ἰσραὴλ καὶ τῆς ἑαυτοῦ κληρονομίαις, ἣν καταδιείλοντο διαρπάζοντές που τάχα τὰ τῶν Βαβυλωνίων λείψανα, καὶ ἐν καιρῷ τῆς ταλαιπωρίας συνεπιτιθέμενοι, καὶ πόρναις μὲν τοι παιδάρια χαριζόμενοι, προθέντες δὲ τὰ κόρια πρὸς ἀσυνήθη πορνείαν, καὶ οἷον ἐκκαπηλεύοντες ταῖς ἑτέρων ἀσελγείαις, εἶτα τοὺς ἐντεῦθεν μισθοὺς εἰς τρυφὰς καὶ μέθας συλλέγοντες. Φαμὲν ’δε τι καὶ ἐφ’ ἡμῶν τοιοῦτον γενέσθαι, τὴν διὰ χριστοῦ λύτρωσιν ἐννενοηκότες. ἐξείλετο μὲν γὰρ ἡμᾶς αἰχμαλώτους ὄντας, καὶ ὑπὸ τυράννῳ πράττοντας, πικρῷ φημὶ δὴ τῷ σατανᾶ, ἀνεκόμισε δὲ ὥσπερ εἰς γῆν ἁγίαν, εἰς πολιτείαν εὐαγγελικὴν, εἰς ἕξιν εὐμαθεστάτην, εἰς πόλιν τετειχισμένην τὴν νοητὴν Ἰερουσαλὴμ, “ἥτις ἐστὶν Εκ- “κλησία Θεοῦ ζῶντος,“ οἰκοδομεῖσθαι παρασκευάσας, ὡς λίθους τιμίους “εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ “ἐν πνεύματι ἀλλὰ τοῖς ἐκ βασκανίας πόνοις ἡ τῶν δαιμονίων ἀνεφλέχθη ἀνοσία πληθὺς, καὶ μέντοι πρὸς τούτοις οἱ τοῖς δόγμασι τῆς ἀληθείας μαχόμενοι, καὶ πολλὰς μὲν τὰς κατὰ τῶν ἁγίων ἐφόδους πεποίηνται, ἠδίκησαν δὲ οὐδὲν προασπίζοντος Θεοῦ, παραθαρρύνοντος δὲ χριστοῦ καὶ λέγοντος “Θλῖψιν ἕξετε ἐν τῷ κόσμῳ, ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα ’τον κόσμον.