Ancient Greek · ~2 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 25-11
Not analysed yet
Ὑπομεμένηκε δὲ τουτὶ καὶ ἡ τῶν Ἰουδαίων ἀθλία πληθὺς, ἡ τὸ δίκαιον αἷμα τῆς ἰδίας καταγράψασα κεφαλῆς· ἔφασκον γὰρ τῷ Πιλάτῳ σταυροῦν ἀναπείθοντες τὸν Χριστόν “Τὸ “αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.” τοιγάρτοι πανοικὶ διολώλασι καὶ αὐτοῖς ἀνδράσιν ἡρπάσθησαν πόλεις, ὡς τάχα που καὶ διαφυγεῖν ἰσχῦσαι μηδένα. οἷά τε γὰρ 1 καὶ ὅσα πεπόνθασιν, αἱ μακραὶ τῶν τὰ τοιάδε συντεθεικότων ᾄδουσι συγγραφαί.