Ancient Greek · ~8 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 24-12
Not analysed yet
Ἐπὶ καιροῦ τάχα που λοιπὸν εἰρήσεται τοῖς τούτων ἀκροωμένοις τὸ διὰ φωνῆς τοῦ μακαρίου Δαυεὶδ πρὸς Θεὸν ὑμνούμενον “Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; καὶ “ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς τὸν “οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν “ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ’ ὄρθρον καὶ κατασκη- “νώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ “σου ὁδηγήσει με καὶ καθέξει με ἡ δεξιά σου.” πανδερκὲς γὰρ τὸ θεῖον, καὶ πρός γε τούτῳ καὶ παναλκὲς, καὶ οὐκ ἄν τις διαλάθοι τὸν ἀκατεύναστον ὀφθαλμόν. ἔφη γὰρ, ὅτι “Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ Θεὸς πόρρωθεν. μὴ ἀπ’ “ἐμοῦ κρυβήσεται τι; ἀλλ’ οὐκ ἃν ἔξω τις ἴοι ποτὲ τῆς ἐπεῤῥιμμένης αὐτῷ συμφορᾶς ὡς ἀπὸ θείων νευμάτων, Γἢν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; κατὰ τὸ γεγραμμένον. ποία γὰρ ἡμᾶς ὀνήσει μηχανή; ἣ τίς δὲ ὅλως ἡμῖν ἐπαμύνῃ τρόπος, Θεοῦ καθορίζοντος τὸ χρῆναι παθεῖν; ὅτι τοίνυν ἀνόνητος παντελῶς τοῖς ὑπὸ θείαν πεσοῦσιν ὀργὴν καὶ βουλὴ καὶ σκέψις καὶ πᾶν εἶδος ἐπινοίας, σαφηνίζει λέγων Ώς οὐκ ἄν τις διαφύγοι, κἂν εἰς αὐτὸν κρυφθείη τὸν ᾅδην· ἔστι δὲ ὑπερβολικὸς ὁ λόγος· κἂν εἰ ἀναπταίη μὲν εἰς οὐρανὸν, διέλθοι δὲ καὶ εἰς τὴν τοῦ Καρμηλου κορυφὴν, ἀλλ’ ᾗπερ ἃν ἴοι, καταληφθήσεται· κἂν εἰ ἐν θαλάσσῃ γένοιτο, περιπεσεῖται τῷ δράκοντι, ἤγουν κατὰ τὴν τῶν Ἑβραίων ἔκδοσιν, τῷ κήτει δοθήσεται· κἂν εἰ γένοιτο παρ’ ὤροις, καὶ λοιπὸν αἰχμάλωτος, καὶ τοῖς τῆς δουλείας ζυγοῖς ἀθλίως ἐνισχημένος, καὶ τοῦτο, φησὶ, μικρὸν ἔσται, καὶ οὐκ ἀρκοῦν εἰς δίκην αὐτῷ· καταρθήσεται γὰρ αὐτοῦ καὶ τῆς ῥομφαίας τὸ δεῖμα. καὶ οὐ πεπαύσεται, φησὶν, ὁ τῶν ὅλων Θεὸς ἐπ’ αὐτοῖς στηρίζων τὸν ὀφθαλμόν· θυμοῦ δὲ καὶ ἀπειλῆς τὸ χρῆμα σημεῖον· ἀπερείδομεν γὰρ ἐσθ’ ὅτε καὶ ἡμεῖς αὐτοὶ τοῖς λυποῦσι τὸν ὀφθαλμὸν, βλοσυρόν τι καὶ ἀμειδὲς ἐνορῶντες αὐτοῖς. ἐπειδὴ δὲ κατασκέπτεται Θεὸς καὶ ἀγαθοὺς καὶ δικαίους, τὸ τῆς ἐποπτείας διάφορον διατρανοῖ λέγων εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά. κατεμβλέψεται γὰρ, φησὶν, οὐχ ἵνα τι νέμοι τῶν ἀγαθῶν, ἀλλ’ ἵν’ ἔχοιεν ἀκράδαντον καὶ οἱονεὶ πεπηγμένην τὴν καθορισθεῖσαν αὐτῷ ποινήν τε καὶ δίκην.