Ancient Greek
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 25-7
Not analysed yet
Καὶ ταυτὶ μὲν ἡμῖν ὡς ἐν αἰσθητοῖς εἰρήσθω πράγμασιν· καταθρηνήσει γεμὴν πᾶς, εἴ τις ἐστὶ δοκιμώτατος ἱερεὺς, τοὺς ἐξ ἀμέτρου φρενοβλαβείας τὴν διὰ πίστεως κάθαρσιν οὐ προσιεμένους, οὐκ ἠγαπηκότας τε τὸ ἁγιάζεσθαι παρὰ Χριστοῦ. ἀπομενοῦσι γὰρ ἔρημοι πάντη τε καὶ πάντως τῆς νοητῆς εὐκαρπίας, καὶ ἐν ἐνδείᾳ παντὸς ἔσονται τοῦ τρέφειν εἰδότος, καὶ εἰς ἀνδρείαν αὐτοὺς ἀναφέροντος τὴν πνευματικὴν, σῖτόν τε καὶ οἶνον οὐκ ἔχοντες, καὶ τῆς ἐλαίου χρείας ἐστερημένοι· μυστικὸς ὁ λόγος· τοῖς μὲν γὰρ τὴν πίστιν προσιεμένοις ἑαυτὸν παραθήσει Χριστὸς, ὡς ἄρτον ζωῆς· ἔφασκε γὰρ ὅτι “Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς·’’ ὡς οἶνον εὐφραίνοντα καρδίαν ἀνθρώπου· σύνες δὴ πάλιν ὅ φημι· καταχρίσει δὲ καὶ ἐλαίῳ, τῷ νοητῷ δηλονότι καὶ ἁγιάζοντι, καὶ ὡς ἐν μεθέξει νοουμένῳ τοῦ Ἁγίου Πνεύματος· τοὺς δὲ γνώμην ἔχοντας ἀπηνῆ, πικρόν τε καὶ ἀφιλόθεον, νοῦν ἀπειθῆ καὶ δυσάγωγον, ἐνδεᾶ που πάντως ἀποφανεῖ, καὶ ἀμέτοχον παντελῶς τῶν ἀρτίως ἡμῖν εἰρημένων ἀγαθῶν. ἰστέον δὲ, ὅτι καὶ ὁ σοφώτατος Παῦλος ἱερουργῶν εἰς τὰ ἔθνη τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, μονονουχὶ κατεθρήνει τοὺς ἀπειθοῦντας ἐξ ᾿Ισραήλ. ἔφη γάρ “Ὅτι λύπη μοί ἐστι “μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῆ καρδίᾳ μου, ὑπὲρ τῶν “ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές “εἰσιν ᾿Ισραηλῖται.” μυστικὸς δὲ, ὥσπερ ἔφην, καὶ κεκρυμμένος ὁ ἐν τῷδε λόγος.