Ancient Greek · ~2 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 26-9
Not analysed yet
Ὕθλος μὲν οὖν παρὰ τοῖς Ἰουδαίοις σαθρὸς καὶ γραώδης, ὡς ἔσται κατὰ καιροὺς ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφὰτ ἡ παρὰ Θεοῦ κατὰ πάντων κρίσις, μετὰ τὸ ἀναβιῶναι τοὺς νεκρούς. οἴονται δὲ ὅτι τῶν εἰς αὐτοὺς ἕνεκα γεγονότων ἀποτιοῦσι λόγους, οἱ κατὰ πᾶσαν τὴν ὑπ’ οὐρανόν. ἀμοιρήσειε δ' ἂν οὐδαμῶς τοῦ γελᾶσθαι πρέπειν τὸ ἐνθύμημα αὐτῶν, τῆς θεοπνεύστου γραφῆς τὰ τῆς προφητείας ἐκπεπεράνθαι λεγούσης, καὶ ὅτι δίκας ἐξῄτηνται παρὰ Θεοῦ τὰ περίοικα τῶν ἐθνῶν, τοῦ πολέμου γεγονότος ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφάτ. ἐπέθρωσκον γὰρ, ὡς ἔφην, τοῖς λειψάνοις τοῦ Ἰσραὴλ, καίτοι πλείστην ὅσην ἀνατλάντος ταλαιπωρίαν· δέδοντο γὰρ τοῖς Βαβυλωνίοις.