Ancient Greek · ~4 min
Commentary hosea, ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 26
Not analysed yet
Τίκτεται κατὰ πόδας καὶ οὐκ εἰς μακρὰν τῆ Γόμερ παιδίον ἕτερον, ὃ δεῖν ἔφη καλεῖσθαι Θεὸς Οὐ λαός μου. καὶ γείτων εὐθὺς τῇ τοιᾷδε κλήσει τίθεται πάλιν πρόφασις. γμεῖς γὰρ, φησὶν, οὐ λαός μου, καὶ ἐγὼ οὐκ εἰμὶ ὑμῶν. Δῆλον δ’ ἂν εἴη κἀκ τοῦδε λοιπὸν, ὡς εἰς ἔλεγχον τῶν ἡμαρτηκότων, καὶ εἰς ἐπανόρθωσιν ἀσφαλῆ τῶν καταφρονεῖν ᾑρημένων καὶ εἰς πλάνησιν ἀπονενευκότων ἐπράττετο μὲν ἱστορικῶς τὰ τοιάδε. τύποι δὲ ἦσαν τῶν συμβησομένων κατὰ καιροὺς τοῖς ἐξ Ἰσραὴλ, ἐνανθρωπήσαντος ἤδη τοῦ Μονογενοῦς, καὶ τὸν τίμιον ὑπὲρ ἡμῶν ἀνατλάντος σταυρόν. εἰ δὲ δὴ χρὴ πρὸ τῶν πνευματικῶν ἀφηγήσασθαι τὰ ἱστορικὰ, φαμὲν, ὅτι μετοικισθέντος τοῦ Ἰσραὴλ ἐκ τῆς Σαμαρείας, εἰς τὰ ὅρια Περσῶν καὶ Μηδῶν ὑπό τε τοῦ Θεγλαφαλασὰρ βασιλέως Ἀσσυρίων, καὶ μέν τοι καὶ Σαλμαναςὰρ, οἱ περιλειφθέντς ἔτι, καὶ τῶν κεκινδυνευκότων τὸ λείψανον, ἀπώλισθον παντελῶς τοῦ καὶ λαὸς Θεοῦ ὀνομάζεσθαι, διά τοι τὸ τῶν αὐτῶν ἔχεσθαι σπουδασμάτων εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ. διαλελοίπασι γὰρ οὐδαμῶς ταῖς μυσαρωτάταις τῶν δαιμόνων λατπείαις προσκείμενοι.