Ancient Greek · ~6 min
Commentary hosea, ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 27
Not analysed yet
Πρὸς διάνοιαν δὲ καὶ τὸν ἀληθῆ καὶ ἐπὶ χριςῷ λόγον συνήσεις ἑτέρως. μετὰ γάρ τοι τὴν ἀνόσιον ἐκείνην πληθὺν, τὴν δικαίως οὐκ ἠλεημένην· κεκυριοκτόνηκε γάρ· οἱ μετ᾿ ἐκείνους εὐθὺς υἱοὶ γεγονότες, ἢ καὶ ὄντες ἤδη τῆς πεπορνευμένης Συναγωγῆς, ἀποπεπτώκασι μὲν ἐναργῶς τοῦ εἶναί τε καὶ ὀνομάζεσθαι λαὸς Θεοῦ. οὐ γὰρ ἅπαν τὸ τῶν Ἰουδαίων δεδαπάνηκε πλῆθος ὁ Ῥωμαίων πόλεμος· ἀλλὰ πλείστη μὲν ὅση καὶ ἀριθμοῦ κρείττων διόλωλε πληθύς· οἱ δὲ ἐξ αὐτῶν ἀνασεσωσ μένοι, καὶ τὸ τοῦ θανάτου φυγόντες λίνον, διεσπάρησαν εἰς πάντα ἄνεμον, κατὰ τὸ γεγραμμένον, καὶ ἐν ταῖς τῶν ἐθνῶν κατεσκεδάσθησαν χώραις, οὐκέτι λαὸς, ὡς ἔφην, χρηματίζοντες Θεοῦ. μεταπεφοίτηκε γὰρ εἰς τοὺς ἐξ ἐθνῶν ἡ χάρις, οἷς ἀνεμίχθη καὶ τὸ κατάλειμμα τοῦ Ἰσραὴλ τουτέστιν, οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν ἀνασεσωσμένοι. πεπιστεύκασι γὰρ καὶ ἐκ τούτου οὐκ ὀλίγοι τὸν ἀριθμόν. ὅτι δὲ ἀπολακτίσαντος τοῦ Ἰσραὴλ, τῆς εἰς αὐτοὺς ο'κειότητος ἀποπεφοίτηκε καὶ αὐτὸς ὁ τῶν ὅλων Θεὸς, ὑπέφηνεν, εἰπὼν οὐ μόνον, ὅτι ὑμεῖς οὐ λαός μου, προσεπαγαγὼν δὲ τούτοις ἀναγκαίως, τὸ καὶ ἐγὼ οὐκ εἰμὶ ὑμῶν. ἀλλ᾿ ἡμῶν γε πέρι, τῶν ἐν Χριστῷ δεδικαιωμένων καὶ ἡγιασμένων ἐν Πνεύματι, καὶ τὴν πρὸς αὐτὸν οἰκειότητα πεπλουτηκότων, διὰ φωνῆς προφήτου φησί “Καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ “ἔσονταί μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντο- “κράτωρ.” καὶ Ἰουδαίοις μὲν ἔφασκεν ὁ Χριστὸς, ποτὲ μὲν, 30 ὅτι “Ἔτι μικρὸν χρόνον μεθ᾿ ὑμῶν εἰμι,” ποτὲ δὲ, “Ἰδοὺ ἀφίεται “ὑμῖν ὁ οἶκος ὑμῶν·” περὶ τῶν ἐξ ἐθνῶν δὲ “Τὰ πρόβατα “τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτὰ, καὶ “ἀκολουθοῦσι μοι· κᾀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον.”