Ancient Greek · ~3 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 26-11
Not analysed yet
Τί οὖν ἐντεῦθεν εἰσόμεθα πάλιν, ὀρθὰ φρονεῖν ᾑρημένοι; ὡς οὐδὲν ὀνήσει λαμπρότης κοσμικὴ τοὺς ἔχοντας, οὐ πλοῦτος,κ οὐ δόξα, οὐχ ἕτερόν τι τῶν εἰς τρυφὴν, τῆς εἰς Θεὸν ἀπούσης ἀγάπης, καὶ κατ’ οὐδένα τρόπον τετιμημένης παρ’ ἡμῖν τῆς δικαιοσύνης. “Οὐ γὰρ ὠφελήσουσι θησαυροὶ ἀνό- μους,” κατὰ τὸ γεγραμμένον, “δικαιοσύνη δὲ ῥύεται ἐκ “θανάτου.” οὐκοῦν εἴη ἂν ἄμεινον παρὰ πολὺ τὸ δικαιοσύνης ἐρᾶν καὶ θησαυρίζειν ἐν οὐρανοῖς, καὶ τῶν ἄνω γλίχεσθαι μονῶν, καὶ τῆς εἰς Θεὸν ἐλπίδος ἠρτῆσθαι φιλεῖν. τὰ μὲν γὰρ ἐν τῷδε τῷ κόσμῳ σμικρά τε ἐστὶ καὶ προσκαιρα, καὶ οὐδαμόθεν ἔχει τὸ βεβηκὸς εἰς ἀσφάλειαν· τὸ δὲ καὶ ἀεὶ μένει καὶ σώζεται, καὶ τοῖς ἀπεράντοις αἰῶσι συμπαρομαρτεῖ.