Ancient Greek · ~1 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 26-12
Not analysed yet
Ἀχαριστίας οὖν ἔγκλημα τοῖς ἐξ Ἰσραὴλ, ὅτι πίονα καὶ εὐήροτον, καὶ πλατεῖαν οὕτω κατακληρονομήσαντες γῆν, οὐχὶ Θεῷ μᾶλλον ἀνῆπτον τὰ χαριστήρια, ἀλλ’ οἱ μὲν ἐξουθένουν τὴν Σιῶν, οἱ δὲ, πεποιθότες ἐπὶ τὸ ὄρος Σαμαρείας, οὐδένα τῆς εἰς αὐτὸν αἰδοῦς ἐποιοῦντο λόγον.