Ancient Greek · ~2 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 27-12
Not analysed yet
Χρήσιμον δὲ, ὡς ἔοικε, καὶ τοῖς μετὰ τὴν πίστιν τὴν Ἑλλήνων σοφίαν τεθαυμακόσιν, ὡς ἀμείνους τῶν παρ’ ἡμῖν 5 τὰς ἐκείνων ἡγεῖσθαι δόξας, καὶ τοῖς ἀπονεύουσιν εἰς τὸ προσκεῖσθαι ζητεῖν τοῖς παραχαράττουσι τὴν ἀλήθειαν, καὶ τῶν ἐκκλησιαστικῶν δογμάτων τὴν ὀρθότητα παραλύουσι τὸ Πορεύεσθε εἰς Αἰμὰθ Ῥαβὰ καὶ εἰς Γὲθ ἀλλοφύλων καὶ ἴδετε εἰ πλείονα τὰ ὅρια αὐτῶν ἐστὶ τῶν ὑμετέρων ὁρίων. εύρυτέρα γὰρ τῆς Ἑλλήνων στενολεσχίας ἡ θεόπνευστος γραφὴ, τὸ τῆς ἀληθείας καταγγέλλουσα φῶς καὶ δογμάτων ἐπωφελῶν εἰσφέρουσα γνῶσιν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων τὸν τῶν πιστευόντων ἀναβιβάζουσα νοῦν.