Ancient Greek · ~9 min
Commentary micah, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ.
Cyrillus Theol., In XII Prophetas 26-15
Not analysed yet
Περισκεπὴς μὲν ὁ λόγος καὶ δυσάλωτος κομιδῆ τῶν προκειμένων ὁ νοῦς καὶ τῶν ἐφεξῆς ἔτι κειμένων. πλὴν ὡς ἔνι διειπεῖν πειράσομαι. καταθέοντος τοῦ πολέμου τὰς ἐν τῇ Σαμαρείᾳ πόλεις, ἁλισκομένων δὲ καὶ ἑτέρων τῶν ὑπὸ τὸ σκῆπτρον Ἰούδα καὶ Βενιαμὶν, τῶν ἀλλοφύλων οἱ πρόσοικοι καὶ ὅσα τῆς Ἰουδαίων γῆς ὅμορά πὼς ἦν καὶ ἐκ γειτόνων ἔθνη, πλατὺ γελῶντα κατεκερτόμουν τὸν Ἰσραὴλ, ὡς οὐδὲν ὠφελημένον παρὰ Θεοῦ. ᾤοντο γὰρ τὴν τοῦ σώζοντος χεῖρα καὶ παθεῖν τὸ ἄναλκι καὶ ἀτονῆσαι δεῖν, ὡς πρὸς τὰς τῶν καταδῃούντων ὁρμάς. ἀλλ’ ἦν ἄμεινον ἐννοεῖν, ὅτι λυπεῖν ᾑρημένοι τὸν σώζοντα καὶ προσκεκρουκότες Θεῷ, πεπείρανται τῶν δεινῶν, δέδονται δὲ καὶ εἰς χεῖρας ἐχθρῶν. ἐπειδὴ δὲ ἦν τῶν ἀτόπων, ἐκείνους μὲν οἴεσθαι κατὰ σφᾶς αὐτοὺς, ὅτι τῇ δυνάμει τῶν ἰδίων σεβασμάτων, ἐν καλῷ τῆς εὐημερίας μεμενήκασιν, ἀπόλωλε δὲ καὶ ὠλόθρευται διὰ τὴν τοῦ σώζοντος ἀσθένειαν ὁ Ἰσραὴλ, ταύτῃτοι Θεὸς καὶ αὐτὰς τὰς τῶν περιοίκων πόλεις παρεδίδου τοῦ Σεναχηρεὶμ εἰς ἐρήμωσιν. καὶ γοῦν ὁ ̔Ραψάκης τοῖς ἐν τῷ τείχει τῶν ̔ Ιεροσολύμων προσλαλῶν, τούτων αὐτῶν διεμέμνητο λέγων “Ποῦ ἐστιν ὁ “θεὸς Αἰμὰρ καὶ Ἀρφάθ; ποῦ ἐστιν ὁ θεὸς τῆς πόλεως “Σεπφαρουείμ; μὴ ἠδύνατο ῥύσασθαι Σαμάρειαν ἐκ τῆς χει- “ρός μου; τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ἐρρύσατο “τὴν γῆν αὐτοῦ ἐκ χειρός μου;” ἔστι τοίνυν ἡ Γὲθ μὲν τῶν καλουμένων Φυλιστιεὶμ, μητρόπολις δὲ τῆς Παλαιστίνης. ἀλλὰ καὶ ἡ Ἐνακεὶμ ὁμοίως πολίχνη πάλιν ἐν ἐσχατιαῖς τῆς Ἰουδαίας κειμένη, πρὸς τῆ κατὰ νότον ἐρήμῳ, εἴκουσα μὲν τοῖς Ἰούδα σκήπτροις, φρονοῦσα γεμὴν οὐκέτι τὰ Ἰουδαίων, προσκειμένη δὲ μᾶλλον τοῖς τῶν ἐθνῶν ὁμόροις, Μωαβίταις δὴ λέγω καὶ Ἰδουμαίοις. ὦ τοίνυν, φησὶ, τῆς Γὲθ οἰκήτορες, ὦ τῆς Ἐνακεὶμ, μὴ τὰς ἑτέρων συμφορὰς ἑορτῆς ποιεῖσθε προφάσεις· μὴ μεγαλύνεσθε διὰ ταῦτα, μηδὲ ἐπειδήπερ ὁ γείτων ὑμῶν οἶκος ἠρήμωται, τουτέστιν ὁ τοῦ Ἰσραὴλ, ταύτῃτοι πλατὺ γελᾶτε, φησὶ, μονονουχὶ τῶν ἀπολωλότων κατορχούμενοι. μὴ οἰκοδομεῖτε ἐξ οἴκου καταγέλωτα, ἀλλ’ ὡς καὶ αὐτοὶ τὰ χείρω πεισόμενοι, καθάπέρ τινα γῆν καταπάττεσθε τὸν ἐσόμενον καθ’ ὑμῶν καταγελωτα, καὶ τὰς ἑαυτῶν θρηνεῖτε συμφοράς. κατορχήσονται γὰρ ὑμῶν οἱ Βαβυλώνιοι, καὶ οἰκτρῶς ἀπολωλόσιν ἐπιμειδιάσουσιν οἱ ἐχθροί. σοφὸν οὖν ἄρα τὸ ἐπιμεμνῆσθαι τοῦ λέγοντος “Ἐὰν πέσῃ ἔση ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, ὅτι “ὄψεται κύριος καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν “θυμὸν αὐτοῦ ἀπ’ αὐτοῦ.”