Ancient Greek · ~2 min
Commentary micah, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ.
Cyrillus Theol., In XII Prophetas 27-15
Not analysed yet
Πράττουσι δὲ τοῦτο καὶ οἱ Χριστὸν οὐκ εἰδότες. διωκομένων γὰρ ἔσθ’ ὅτε τῶν ἐκκλησιῶν, καὶ δοκιμαζομένων ἁγίων ἤτοι τῶν ἐν αὐταῖς, τότε δὴ τότε μάλιστα τοὺς ἰδίου αὐτοὶ καταθαυμάζουσι θεούς. ἀλλ’ ὁ γέλως αὐτοῖς ἐκτελευτᾷ πρὸς δάκρυον, κατευμαρίζοντος μὲν τὰ δεινὰ τού Χριστοῦ, κατευνάζοντος δὲ τὰ κεκινημένα, καὶ ἀποσοβοῦντος μὲν τὸ λυποῦν, ἀνευρύνοντος δὲ τοῖς ἁγίοις θυμηδίαν καὶ χαράν· τέλος γὰρ πόνων εὔκλεια καὶ τρυφή. καί μοι δοκεῖ φάναι τι τοιοῦτον ὁ μακάριος Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Θεόν “Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς “εἰς ἀναψυχήν.”