Ancient Greek · ~2 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 26-5
Not analysed yet
Ἐπειδὴ δὲ καὶ τοῖς ἐξ ἰδίου πλούτου λελυπήκασι· “τὸ γὰρ “ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον ἐποίησαν ἑαυτοῖς εἴδωλα, φησί· ταύτῃτοι δικαίως ὄλεθρος αὐτὸ κληρονομήσει, τουτέστι, κλῆρος ἔσται τῷ ὀλοθρευτῇ. ὄλεθρον γὰρ ἀποκαλεῖ τὸν Ασσύ- ῥίον, ὡς ἀγρίως τε καὶ ἀπηνῶς ἀνελόντα καὶ μεμαχημένον. ἀναφυήσονται δὲ καὶ ἄκανθαι φησιν ἐν τοῖς σκηνώμασιν αὐτωι. ἐρημίας γὰρ εἰς τοῦτο κατηντήκασιν αἱ πόλεις, ὡς ἀκάνθης γενέσθαι μεστάς· σημεῖον δὲ τοῦτο γῆς ἀβάτου καὶ κεχεπσωμενηυς.