Ancient Greek · ~2 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 27-5
Not analysed yet
Οταν τοίνυν τοῖς παρὰ Θεοῦ δοθεῖσιν ἀγαθοῖς, ἢ σῶμα· τικοῖς ἢ πνευματικοῖς, μὴ δὴ χρῷτό τις ὀρθῶς, μήτε μὴν εἰς δόξαν αὐτοῦ, πράττοι δὲ ἀπερισκέπτως τὰ δι’ ὧν ἃν προσ- κρούοι, καὶ ἁλίσκοιτο λυπῶν, κατοιχήσεται μὲν εἰς ὄλεθρον, ἔσται δὲ κλῆρος τοῦ διαρπάζοντος σατανᾶ, καὶ ἀκάνθης ἐν- αύλισμα, ἀγρίων δηλονότι καὶ ἐκτόπων ἐπιθυμιῶν· καὶ καρ- ποὺς ἡμέρους οὐκ ἃν ἔχοι κατὰ τὸν νοῦν. πάθοιεν δ’ ἃν τοῦτο καὶ πρό γε τῶν ἄλλων αἱρετικοὶ, τὴν τοῦ λόγου χρείαν δαπανῶντες δυσσεβῶς εἰς τὸ παραλύειν ἀδελφούς· καὶ “τύπτειν αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν, καίτοι Χποσ- τοῦ παθόντος ὑπὲρ ἡμῶν.