Ancient Greek · ~8 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 26-6
Not analysed yet
Δυσέκφραστος κομιδῇ τῶν προκειμένων ὁ νοῦς, καὶ τραχεῖα τῶν λέξεων ἡ συνθήκη, καὶ πολλῆς ἃν δέοιτο τῆς σαφηνείας, τοῖς ἐθέλουσι νοεῖν. ἔστι δὲ ὃ βούλεται δηλοῦν ὡς ἐν ὀλίγῳ, τοιοῦτον. ἀπῴχετο, φησὶν, ὁ Ἐφραΐμ εἰς Αἰγυπτίους, γέγονε δὲ καὶ ὑπὸ βασιλέα, τὸν Ασούρ. εἶτα, ὥσπερ τινὸς πυνθανομένου τε καὶ λέγοντος Ἀνθ’ ὅτου καὶ τίνα τρόπον συγκεχώρηται παθεῖν, ἢ πῶς ἀλλοφύλοις δεδούλευκεν ὁ Ισραὴλ; τίθησιν ἐφεξῆς τὰς ἀπολογίας, καί φησι, πρῶτον μὲν, ὅτι “οὐκ ἠθέλησεν ἐπιστρέψαι·” προκειμένης γὰρ ἡμερότητος, ἥλω, φησὶ, καὶ πρὸς τοῦτο ῥᾴθυμος καὶ ἀπειθής· εἶτα, ὅτι “καὶ ἠσθένησε ῥομφαία ἐν ταῖς πόλεσιν αὐτοῦ.” οὐ γὰρ ἦν, ὡς ἔφην, ὁ τοῖς Ἀσσυρίοις ἀντανιστάμενος, ἣ καὶ εὐδόκιμος τὰ τακτικὰ, Θεοῦ τὸ μάχιμον παραλύοντος, καὶ δειλίᾳ που τάχα προκατασείοντος καὶ τὸν εὐσθενῆ λίαν ἐν μάχαις. αἰτία δὲ καὶ ἑτέρα τοῦ πεσεῖν αὐτὸν ὑπὸ τὸν Ασούρ. ποία δὲ αὕτη; ὁ γὰρ λαὸς, τουτέστιν ὁ Ἐφραΐμ, μονονουχὶ καὶ ἐξεκρέματο αὐτοῦ, τοῦ Ἀσούρ δηλονότι, καὶ ἐκ της αὐτοῦ κατοικίας ἀπαίρειν ἠθέλησεν εἰς τὴν Περσῶν τε καὶ Μήδων. καὶ οὐ δήπου φαμὲν, ὅτι τοῦτο παθεῖν αὐτὸς ἃν ἠθέλησεν ὁ Ἐφραΐμ, ἀλλ’ ὅσον ἧκεν εἰς τὰ αὐτῷ πεπλημμελημένα, μονονουχὶ καὶ ἐζήτησε παθεῖν τὰ οὕτω δεινὰ, εἴπερ ἐξὸν διαδρᾶναι τὴν ὀργὴν μεταφοιτᾶν ᾑρημένῳ πρὸς τὰ ἀμείνω καὶ πρεπωδέστερα, μονονουχὶ καὶ ἐξεκρέματο τοῦ Ασοὺρ. καὶ τὴν ἐνεγκοῦσαν ἀφεὶς, τουτέστι τὴν κατοικίαν αὐτοῦ, πρὸς τὴν ἐκείνου βαδίζειν ἀσυνέτως ἐγλίχετο, καίτοι Θεοῦ πάντη τε καὶ πάντως ἐπάξειν αὐτῷ τὰ τοιάδε διειρη- κότος, εἰ μὴ βούλοιτο μετανοεῖν. ἐπειδὴ δὲ πρὸς τοῦτο αὐτοὶ κατώλισθον σκοποῦ, θυμωθήσεται Θεὸς ἐπὶ τὰ τίμια αὐτοῦ. τίμια δὲ καὶ ἐξαίρετα καὶ προὔχοντα τῶν λαῶν, βασιλεῖς δηλονότι καὶ ἡγούμενοι, οἳ καὶ τοῖς ἀγελαίοις συναπεκομίσθησαν, ἐλεεινοί τε καὶ δοῦλοι, καὶ ἐν τάξει δορικτήτων, ὅτι τοὺς ὑπὸ χεῖρα πεπλανήκασι, καὶ γεγόνασι παγὶς τοῖς, εἴπερ ἤθελον αὐτοὶ, καὶ διάττειν δυναμένοις τὴν ἐπ’ εὐθύ. καθηγεῖται γὰρ ἀεὶ τῶν ὑπεστρωμένων τὸ ἡγούμενον. ἔσονται δὴ οὖν ταπεινοὶ καὶ ἀπερριμμένοι, καίτοι πλείστην ὅσην ἐσχηκότες τὴν δόξαν. πρόσεστι γὰρ πάντως τοῖς τῆς βασιλείας θώκοις τὸ εὐκλεές. ἀλλ’ οὐκ ἂν ὑψώσειεν αὐτοὺς ὁ Θεός. πέπαυται γὰρ, ὡς ἔφην ἤδη πλειστάκις, ἡ τοῦ Ἐφραΐμ βασιλεία.