Ancient Greek · ~2 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 27-6
Not analysed yet
Παραφυλακτέον δὴ οὖν ἡμῖν μάλιστα τοῖς ἐν Χριστῷ, τὴν εἰς τὰ φαῦλα ῥοπὴν, ἀνασειράζοντος μάλιστα τοῦ Θεοῦ· ἢ εἰ μὴ τοῦτο δρῴημεν, ἑκόντες αὐτοὶ τὸν τοῦ διαβόλου ζυγὸν ἑαυτοῖς ἐπιθήσομεν, μονονουχὶ καὶ ἀποκρεμάμενοι τῆς εἰς αὐτὸν ἀγάπης, ὅλη τε βαδίζοντες προθυμίᾳ πρὸς τὸ ὑπ’ αὐτῷ γενέσθαι λοιπὸν, καὶ τὰ αὐτῷ δοκοῦντα πληροῦν. ἀλλ’ εἰ τοῦτο γένοιτο, παροξυνοῦμεν Θεὸν, οὕτω τε λοιπὸν 2 ἐσόμεθα ταπεινοὶ, χθαμαλὸν καὶ πεπατημένον ἔχοντες νοῦν, Θεοῦ παραλύοντος, καὶ ταῖς εἰς τὸ ἀγαθὸν ἀνδρείαις ἀνορθοῦν ἡμᾶς οὐκ ἀνεχομένου.