Ancient Greek · ~4 min
Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
Cyrillus Theol., In XII Prophetas 27-10
Not analysed yet
Καταγράφεται καὶ Ἀμμανιτῶν ἡ Δαμασκηνῶν ἀγριότης. ἀπεκτόνασι γὰρ καὶ αὐτοὶ τοῖς ἐν γαστρὶ ἐχούσας τῶν Γαλααδδιτῶν, οὐχ ἑτέροις τισὶν ἐπαμύνοντες, οὔτε μὴν ὀθνείοις δανείζοντες τὰς ὀργὰς, ἀλλ’ ὕπερ γε σφῶν αὐτῶν, ἵν᾿ εὐρυτέραν ἔχοιεν τὴν ἀρχὴν, καὶ μέχρι πολλοῦ διήκοντας τῆς βασιλείας τοὺς ὅρους, καταδῃωθείσης ἁπάσης τῆς Ἰουδαίων γῆς, καὶ ἀνατετραμμένων εἰσάπαν τῶν ἐξ Ἰσραὴλ, ὡς πεπονθότος Θεοῦ τὸ ἄναλκι, καὶ ἠσθενηκότος ἀληθῶς τοῦ διασώζειν ἐπηγγελμένου, καὶ τοῖς πολεμεῖν ἐθέλουσιν ἀνάλωτον ἀποφαίνοντος. ἑλόντες δὴ οὖν καὶ οὗτοι τὰς πόλεις, καταμειδιᾶν ἀπετόλμων τοῦ προασπίζοντος Θεοῦ, καὶ τοῖς ψευδωνύμοις θεοῖς ἀνῆπτον τὰ χαριστήρια καὶ ᾠδὰς ἐπινικίους. ταύτῃτοί φησιν ἐμπρησθήσεσθαι τὴν Ῥαββά· μη- τρόπολις δὲ καὶ αὕτη τῆς τῶν Ἀμμανιτῶν ἐστι χώρας· ἀπολέσθαι δὲ αὐτὴν μετὰ κραυγῆς φησὶ, τουτέστι, καταλαλαζόντων αὐτῆς τὸν τοῦ πολέμου νόμον τῶν Βαβυλωνίων. ᾑρήκασι γὰρ αὐτὴν πανστρατιᾷ, καταθέοντος τῆς Ἀμμαντῶν τοῦ Ναβουχοδονόσορ. βαδιοῦνται δὲ καὶ αἰχμάλωτοι, φησὶν, ὁμοῦ τοῖς κρατοῦσιν οἱ ὑπὸ χεῖρα, καὶ τοῖς ἰδίοις θεοῖς οἱ ἱερᾶσθαι λαχόντες, οὐδὲν παρ’ ἐκείνων ἔχοντες εἰς ἐπικουρίαν. τί γὰρ ἂν καὶ δράσειεν, ἢ πῶς ἂν ὀνήσαι τινὰς ἄγαλμα κωφόν;