Ancient Greek · ~2 min
Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
Cyrillus Theol., In XII Prophetas 28-8
Not analysed yet
Ἐοίκασι δὲ καὶ οἱ τῶν αἱρέσεων παρεστηκότες τοῖς ἀνατεμνουσι τας εχουσας ἐν γαστρι, οπως εμπλατυνωσι τα ορια αὐτῶν. ἵνα γὰρ φαίνωνται πολλῶν ἡγούμενοι, καταβιάζονται ψυχὰς ἀθλίας, καὶ ταῖς ἐκ λόγων ἀπάταις ὠμὴν ὥσπερ τινὰ καὶ ἀτελεσφόρητον αὐτοὺς τὴν πίστιν ἀπαμβλίσκειν πα- ρασκευαζουσι, λαλοῦντες αὐτοῖς τὰ διεστραμμένα, ερευγο- μένοι τε τὰ “ἀπὸ καρδίας αὐτῶν, καὶ οὐκ ἀπὸ στόματος “Kυρίου.” λέγει γὰρ οὐδεὶς ὅτι “Κύριος Ἰησοῦς, εἰ μὴ “ἐν Πνεύματι Ἁγίῳ, ἀλλ’ οὐδὲ ἀνάθεμα Ἰησοῦς” εἰ μὴ ἐν Βεελζεβούλ.