Ancient Greek · ~6 min
Commentary jonah, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ.
Cyrillus Theol., In XII Prophetas 27-14
Not analysed yet
Δόξειε δ’ ἃν ἴσως τὸ χρῆμά τισιν ἀκαλλὲς εἶναί πὼς, καὶ πέρα λόγου τοῦ πρέποντος. ἀπιστήσουσι γὰρ καὶ πρό γε τῶν ἄλλων οἱ τὸν φύσει καὶ ἀληθῶς οὐκ εἰδότες Θεὸν, προσκείμενοι δὲ ταῖς τῶν δαιμόνων ἀπάταις. ἐροῦσι ’δε Ἠὼς ἃν διεσώθη γεγονὼς ἐν κήτει ; πῶς δὲ οὐκ ἂν ἐφθάρη κατα- πινόμενος ; ἢ πῶς ἠνέσχετο τῆς ἐκφύτου θερμότητος ; ὑγρότητι δὲ τῇ τοσαύτῃ περιεχόμενος, τῇ ἐν νηδύι· φημὶ, πῶς διεβίω, μᾶλλον δὲ πῶς οὐκ ἐν ἴσῳ τροφῆς δεδαπάνηται καθεψόμενος ; ἀσθενὲς γὰρ κομιδῇ καὶ πολὺ λίαν ἕτοιμον εἰς καταφθορὰν τὸ σαρκίον. φαμὲν οὖν, ὅτι παράδοξον ἀληθῶς, καὶ λόγου καὶ συνηθείας ἐπέκεινα, νοοῖτ’ ἂν εἰκότως τὸ συμβεβηκός. ἀλλ’ εἰ Θεὸς λέγοιτο κατορθοῦν, τίς ὁ ἀπιπλήρωσις στήσων ἔτι; παναλκὲς γὰρ τὸ θεῖον, καὶ τὰς τῶν ὄντων φύσεις μεταπλάττον εὐκόλως πρὸς ὅπερ ἃν ἕλοιτο, καὶ τοῖς ἀρρήτοις αὐτοῦ νεύμασι τὸ ἀντεξάγον οὐδέν. τὸ γὰρ φθείρεσθαι πεφυκὸς, κρεῖττον ἂν γένοιτο καὶ φθορᾶς, αὐτοῦ γε θέλοντος, καὶ τὸ πεπηγὸς καὶ ἀκράδαντον, καὶ τοῖς τῆς φθορᾶς δυσάντητον νόμοις, πάθοι ἂν εὐκόλως τὴν φθοράν. φύσις γὰρ οἶμαι τοῖς οὖσι τὸ τῷ κτίσαντι δοκοῦν. πλὴν κἀκεῖνο ἰστέον, ὅτι καὶ Ἑλλήνων παῖδες τοὺς παρά σφισιν αὐτοῖς συντεθέντες μύθους, Ἡρακλέα φασὶ τὸν Ἀλκμήνης καὶ Δῖός καταποθῆναι μὲν ὑπὸ κήτους, ἐκδοθῆναι δὲ πάλιν ἐκ τῆς ἐμφύτου θερμότητος, ἐψιλωμένης αὐτῷ τῆς κεφαλῆς, καὶ μόνης τριχὸς πεπονθότα τὴν ἀπόθεσιν. μέμνηται δὲ τῆς ἱστορίας Λυκόφρων· εἷς δὲ οὗτος τῶν παρ’ αὐτοῖς λογάδων· ἔφη γὰρ περὶ αὐτοῦ, Τριεσπέρου λέοντος, ὅν ποτε γνάθοις Τρίτωνος ἠμάαψε κάρχαρος κύων.