Ancient Greek · ~4 min
Commentary jonah, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ.
Cyrillus Theol., In XII Prophetas 28-12
Not analysed yet
Ἀλλ’ οὐκ ἐκ τῶν παρ’ ἐκείνοις μυθολογουμένων τὰ θεῖα πιστούμεθα, διαμεμνήμεθα χρησίμως, τοὺς ἀπιστοῦντας ἐλέγχοντες, ὅτι καὶ τῆς παρ’ αὐτοῖς ἱστορίας ὁ λόγος οὐκ ἀποβλητα ποιεῖται τὰ τοιάδε τῶν διηγημάτων. ἐπειδὴ δὲ τῷ παραδόξως γεγενημένῳ καὶ ἐκ τῶν ἔτι δρωμένων κατὰ βούλησιν Θεοῦ χρῆναι συνειπεῖν τῶν ἀναγκαίων ὑπολαμβάνω, ’φερε δὴ λέγωμεν, ὅτι καὶ ἐν μήτρᾳ τὸ ἔμβρυον ὑγρότητι μὲν ἐννήχεται τῆ φυσικῇ, κατακέχωσται δὲ ὥσπερ τῆ τῆς κυοφορούσης νηδύι; καὶ τὸ ἀναπνεῖν οὐκ ἔχει, ζῆ δὲ καὶ οὕτω, καὶ σώζεται, τοῖς τοῦ Θεοῦ νεύμασι παραδόξως τιθηνούμενον. ἀλλ’ οὐδεὶς ἂν τῶν τοιούτων ἐφίκοιτο λόγος, οὐδ’ ἂν γένοιτό τισιν ἁλώσιμα τὰ τοῦ Θεοῦ “Τίς γὰρ ἔγνω νοῦν κατὰ τὸ γεγραμμένον· ἢ τίς ἃν εἰδείη τὰς τῶν παραδόξων ὁδούς ; ἣ τίνος ὅλως οὐκ ἃν ὑπερφέροιντο νοῦν τὰ λόγου δύναμιν ὑπερτρέχοντα ; ἐπισφαλὲς οὖν ἄρα τὸ ἀπιστεῖν, κἀν εἴ τι τῶν ἄγαν ἐπέκεινα λόγου Θεὸς ἐργάζοιτο· παραδεξόμεθα δὲ ὡς ἀληθὲς τὴν ἄκαιρον ἐξιστάντες βάσανον.