Ancient Greek · ~3 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 27-8
Not analysed yet
Πένθος ἀληθῶς, ἄλγημά τε καὶ θρήνημα τοῖς εἰωθόσι γηπονεῖν, τῶν ἐν ἀγροῖς ἡ πανωλεθρία, καὶ τὸ μηδὲν ὅλως ἀπ’ αὐτῶν συγκομίζειν δύνασθαι, καὶ μετὰ μακροὺς ἱδρῶτας ἔσθ’ ὅτε. αὖα δὲ δὴ καὶ ἐκτεθνεῶτα λοιπὸν τὰ ἐν κήποις ὁρᾶν καὶ τῶν ξύλων τὰ ἐξαίρετα, ληίοις τε ὁμοῦ τὰς ἀμπέλους κατεφθαρμένας, καὶ αὐτὴν δὲ τὴν ἀγρίαν ὕλην τοῖς κήποις συγκαταφθίνουσαν. πάντα, γάρ φησι τὰ ξύλα τοῦ ἀγροῦ εξηρανθησαν, ὅτι ᾐσχυναν χαραν οἱ υἱοὶ τῶν ανθρωπων· τὸ δὲ ᾕσχυναν χαρὰν, ἀντὶ τοῦ, αἰσχύνης τε καὶ ἐντροπῆς καὶ ἐλέγχων τῶν εἰς ποινάς τε καὶ δίκην τὸν καιρὸν ἀπέδειξαν οἱ ἐνοικοῦντες τὴν γῆν, καθ’ ὃν ἦν εἰκὸς καὶ ἐνευρύνεσθαι ταῖς εὐημερίαις τὰ ἐξ ἀγρῶν συλλέγοντας, καὶ ἀναμεστοῦν μὲν τῷ σίτῳ τὰς ἀποθήκας, ἐπιφωνεῖν δὲ τρυγῶσι τὰς ἐπι- ληνίους ᾠδὰς, καὶ ταῖς οἰῶν ἀγέλαις ἐφήδεσθαι, πλείστης τε ὅσης καὶ εὐανθοῦς αὐτοῖς παρερριμμένης τῆς πόας.