Ancient Greek · ~5 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 28-6
Not analysed yet
Ἔοικε δὲ κἀν τῷδε πάλιν ὁ λόγος γεωργοὺς ὀνομάζειν αἰνιγματωδῶς τοὺς τῶν ᾿Ιουδαϊκῶν ταγμάτων τοτηνικάδε προεστηκότας, οὓς καὶ δεῖν ἔφη καταθρηνεῖν, ὡς ὅσον οὐδέπω βαδιουμένων εἰς ὄλεθρον ἁπάντων, ὡς ἔπος εἰπεῖν, τῶν κατὰ τὴν χώραν, ἤτοι τῶν κατοικούντων τὴν γῆν, οἳ καὶ ἐν τάξει πυροῦ καὶ κριθῆς καὶ ξύλων ὡραίων νοηθεῖεν ἄν. ἐφαρμόσομεν δὲ τῶν νοημάτων τὴν δύναμιν πρεπωδέστερόν πὼς τοῖς γραμματεῦσι καὶ Φαρισαίοις· οἳ καὶ γηπόνων ἐν τάξει κείμενοι πεπαρῳνήκασιν εἰς Χριστὸν, ἀπεκτόνασί τε τὸν κληρονόμον, ἵν ἔχοιεν αὐτοὶ τὸν κῆπον, γένοιντό τε λοιπὸν τοῦ ἀμπελῶνος δεσπόται, μονονουχὶ ληίοις ὥσπερ ἐπαγαλλόμενοι τῇ πολυάνδρῳ πληθύι· τῶν ὑπεζευγμένων, καὶ τοὺς ἐν αὐτοῖς ὅτι μάλιστα λαμπροὺς, ὡς ῥοιὰν, ὡς μῆλον ἀποτρυγᾶν εἰωθότες. ἀλλ’ εἷλεν αὐτοὺς ὁ ῾Ρωμαίων πόλεμος, δεδαπάνηκε μέγαν καὶ μικρόν, λαμπρὸν καὶ ἐπίσημον ὡς ἐν συκαῖς νοουμένους, καθάπερ ἔφην ἀρτίως, ὡς ἐν ἀμπέλῳ τυχὸν, φοίνικί τε καὶ μήλῳ καὶ ἐν τοῖς ξύλοις, ὡς ἐν κριθῇ καὶ πυρῷ· διάφοροι γὰρ οἱ τρόποι, καὶ οὐχ ἓν ἅπασι τοῦ βίου τὸ μέτρον. ἐπειδὴ γὰρ ἅπαξ ἀγρῷ παρείκασε τὴν τῶν Ἰουδαίων γῆν, καὶ γηπόνους ὠνόμασε τοὺς προεστηκότας, σέσωκεν ὁ λόγος μέχρι παντὸς τὴν μεταφορὰν, ληίοις τε καὶ ξύλοις κατὰ διάφορον τρόπον παραβάλλων τοὺς ὑπ’ αὐτοῖς.