Ancient Greek · ~4 min
Commentary micah, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 28-14
Not analysed yet
Πότε δὲ ἣ πῶς καὶ ἡ ἐν κόσμῳ γέγονεν εἰρήνη; ἐπειδὴ γὰρ τῆς ὑπ’ οὐρανὸν κατεκράτησε λοιπὸν ἢ τῶν Ῥωμαίων ἀρχὴ καὶ εὐκλεεστάτη βασιλεία, συνηνέχθησάν τε καὶ ὑφ’ ἕνα γεγόνασι ζυγὸν τὰ ἔθνη σύμπαντα, καὶ κατέληξαν μὲν τοῦ πρὸς ἄλληλα πολέμου, ἐτράποντο δὲ πρὸς τὰ τῆς εἰρήνης ἔργα, δῆλον δὲ ὅτι πρὸς γεωπονίας, ἕκαστοί τε ἀσφαλῶς τὰς ἑαυτῶν οἰκοῦσι πόλεις. οὔπω μὲν γὰρ τῆς Ρωμαίων χειρὸς κατακρατούσης αὐτῶν, πόλεμοί τε καὶ ἐξαναστάσεις χωρῶν τε καὶ πόλεων γεγόνασι πανταχῆ, καὶ προὔκειτο μὲν τοῖς ἐθέλουσιν οὓς ἃν ἕλοιντο καταδῃοῦν, ἄγειν τε καὶ φέρειν τὰ ἑτέρων ὡς νενικηκόσι, καὶ ἦν ἀνάγκη τοῖς τοῦ πολέμου σκεύεσιν ἐνηρμόσθαι καλῶς τοὺς ἐν ἑκάστη χώρᾳ τε καὶ πόλει, καὶ μελέτην ποιεῖσθαι τὰ τακτικὰ, σφισί τε αὐτοῖς ἐπαμύνειν τε καὶ τέκνοις. ἐπειδὴ δὲ ἡδρύνθη λοιπὸν ἡ τῆς τῶν Ῥωμαίων βασιλείας ἰσχὺς, πέπαυται τὰ τοιάδε, καὶ τοῦ πολέμου τὰ σκεύη, σκαπάναι καὶ δρέπανα καὶ μὴν καὶ ἄροτρα γεγόνασιν, καὶ εἰς ἕτερα ἅττα τὰ τοιάδε λοιπὸν μετεπλάττοντο.