Ancient Greek · ~3 min
Commentary micah, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 29-16
Not analysed yet
Εἰ δὲ δή τις ἕλοιτο καὶ πνευματικῶς τοῖς προκειμένοις προσβαλεῖν, συνήσει πάλιν ὅτι τὴν ἐκ τῆς ἰδίας ἡμῖν ἡμερότητος εἰρήνην βραβεύοντος Χριστοῦ, καὶ καταργοῦντος τὰς ἀρχὰς καὶ τοὺς πάλαι μαχομένους τοῖς ἐθέλουσιν εὐσεβεῖν, κατελήξαμεν δειμάτων, ἔξω τε γεγόναμεν ἐφόδου τε καὶ μάχης, τετραμμένοι τε πρὸς γεωργίαν τῶν πνευματικῶν, καὶ τοὺς τῆς δικαιοσύνης καρποὺς συναγείρομεν, ἀναπεπαύ- μεθά τε λοιπὸν ὑποκάτω συκῆς καὶ ἀμπέλου. καὶ συκῆ μὲν ἔσται γλυκύτητος σύμβολον, ἄμπελος δέ γε τῆς νοητῆς εὐφρασίας. γλυκὺς γὰρ λίαν τοῦ Σωτῆρος ὁ λόγος, καὶ κατευφραίνειν εἰδὼς καρδίαν ἀνθρώπου, κατὰ τὸ γεγραμμένον. γλυκεῖα δὲ δὴ πρὸς τούτῳ καὶ εὐφροσύνης ἐπίμεστος ἡ εἰς τὸ μέλλον ἐλπὶς, ἢν ἐν Χριστῷ πεπλουτήκαμεν.