Ancient Greek · ~6 min
Commentary jonah, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ.
Cyrillus Theol., In XII Prophetas 29-14
Not analysed yet
Χρῆναι δέ φημι τῆς ἐν Χριστῷ νοουμένης διακονίας παραληφθέντος εἰς τύπον τοῦ μακαρίου Προφήτου, προσεπειπεῖν ἀναγκαίως, ὅτι κεκινδύνευκεν ἡ σύμπασα γῆ, κατεχειμάζετο τὰ ἀνθρώπινα, μονονουχὶ καταθρωσκόντων αὐτῆς τῶν τῆς ἁμαρτίας κυμάτων, δεινῆς τε καὶ ἀφορήτου περικλυζούσης ἡδονῆς, καὶ ὡς ἐν τάξει κλύδωνος κατεξανισταμένης τῆς φθορᾶς, καὶ πνευμάτων ἀγρίων καταῤῥηγνυμένων, τοῦ τε διαβόλου φημὶ καὶ τῶν ὑπ’ αὐτῷ τε καὶ σὺν αὐτῷ δυνάμεων πονηρῶν. ἐπειδὴ δὲ ἦμεν ἐν τούτοις, ἠλέησεν ὁ Δημιουργὸς, πέπομφεν ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ ἐξ οὐρανοῦ τὸν Υίὸν, ὃς ἐν σαρκὶ γεγονὼς, καὶ εἰς γῆν ἀφιγμένος τὴν κινδυνεύουσαν καὶ χειμαζομένην, καθῆκεν ἑαυτὸν ἑκὼν εἰς θάνατον, ἵνα στήσῃ τὸν κλύδωνα, καὶ κοπάσῃ μὲν ἡ θάλασσα, κατευνασθείη δὲ καὶ τὸ κῦμα, καταλήξῃ δὲ καὶ ὁ κλύδων. σεσώσμεθα γὰρ ἐν θανάτῳ Χριστοῦ. καὶ ὁ μὲν χειμὼν παρελήλακεν, ὁ ὑετὸς ἀπῆλθεν, τὰ κύματα ἐστορέσθησαν, λέλυται τῶν πνευμάτων ἡ βία, βαθεῖα δὲ λοιπὸν ὑπέστρωται γαλήνη, καί ἐσμεν ἐν εὐδίαις ταῖς νοηταῖς, Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν. ἔχεις τι τούτων τὸ παραπλήσιον ἐν εὐαγγελικοῖς συγγράμμασι. διέπλει μὲν γάρ ποτε τῶν Ἀποστόλων τὸ σκάφος τὴν Τιβεριάδος θάλασσαν. εἶτα ῥαγδαίου τοῖς ὕδασιν ἐμβεβηκότος πνεύματος, ἀφορήτως κάτεχε κατεχειμάζοντο· καὶ τὸν ἐπὶ τοῖς ἐσχάτοις κίνδυνον ὑπομένοντες, καθεύδοντα διανύττουσι συνόντα Χριστὸν, διαῤῥήδην ἀνακεκραγότες Ἐπιστάτα σῶσον, “ἀπολλύμεθα.” ὁ δὲ διεγερθεὶς, φησὶν, ἐπετίμα μὲν θαλάσσῃ τό “Σιώπα, πεφίμωσο’’ μετ’ ἐξουσίας εἰπὼν, διέσωζε δὲ τοὺς μαθητάς. τύπος δὲ ἄρα τὸ δρώμενον ἦν τῶν τῇ ἀνθρωπείᾳ φύσει συμβεβηκότων. δι’ αὐτοῦ γὰρ, ὡς ἔφην, ἀπηλλάγμεθα καὶ θανάτου καὶ φθορᾶς καὶ ἁμαρτίας καὶ παθῶν, καὶ ὁ πάλαι χειμὼν ἀπελήλαται, μετακεχώρηκε δὲ πρὸς γαλήνην τὰ καθ’ ἡμᾶς.