Ancient Greek · ~7 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 29-2
Not analysed yet
Ἐπειδὴ γάρ φησιν αὕτη μὲν ἐξώκειλε πολυτρόπως, ἐζήτησα δὲ καὶ λίαν ὀρθῶς τῆς ἀποστασίας τὰς δίκας· “ἐκδεδίκηκα γὰρ ἐπ᾿ αὐτὴν τὰς ἡμερας τῶν Βααλεὶμ,” καὶ ἰσοπαλῆ τοῖς πταίσμασιν ἐπενήνοχα τὴν ὀργήν· ταύτῃ τοι λοιπὸν ἔλεον μεταστήσομαι, καὶ πρὸς τὸ ἄμεινον μετακομιῶ, πρός τε τὸ δυνάσθαι πληροῦν τὰ δι᾿ ὦν ἂν γένοιτο θεοφιλής. τίς δὴ οὖν ἄρα, φησὶν, ὁ τὴς ἀκέσεως ἔσται τρόπος; ἰδοὺ ἐγὺ πλανῶ αὐτὴν. οὐκ ἀπό γε τοῦ ἀναγκαίου καὶ χρησίμου πρὸς ζωὴν πρὸς τὸ μὴ οὕτως ἔχον, ἀλλ᾿ ἐκ τῶν αἰσχιόνων καὶ ἀδικεὶν πεφυκότων ἐπὶ τὸ τελοῦν ἐις ὄνησιν. ὥστερ γὰρ ἐξ ἀρετῆς εἰς φαυλότητα πλανᾶται ψυχή· τὸν αὐτὸν οἶμαι τρόπον ἐκ τῶν τῆς φαυλότητος τρόπων ἀνόπιν ὥσπερ ἰοῦσα, μονονουχὶ πεπλανῆσθαι δόφειεν ἂν, τοῦ ἰδίου σκοποῦ παρενηνεγμένη, καὶ τρίβον οὐκέτι τὴν προτεθεῖσαν διάττουσα. καὶ ὥσπερ αὐτῆς αἱ ὁδοὶ χρησίμως τοῖς σκόλοψιν ἀνεφράττοντο, ἵνα μὴ καταλάβῃ τοὺς αὐτῆς ἐραστὰς, οὕτω καὶ νῦν οἱονεί πως τρέχουσα κατὰ πρανοῦς εἰς ὄλεθρον καὶ ἀπώλειαν, ἐλέῳ Θεοῦ πλανᾶσθαι δοκεῖ, μεθισταμένη πρὸς ἔφεσιν ἀρετῆς, καὶ τὴς ἀληθοῦς θεογνωσίας εἰς νοῦν καὶ καρδίαν δεχομένη τὸ φῶς, καὶ τὴν ἀρχαίαν, ὡς ἔφην, οὐκέτι τρίβον εὑρίσκουσα. ἰστέον δὲ, ὅτι τὸ πλανῶ αὐτὴν, τοῖς ἑτέροις ἑρμηνευταῖς εἴρηται μὲν ἄλλως· πλὴυν, εἰς ἅνα καὶ τὸν αὐτὸν ἀποπεραίνεται νοῦν, ἐκδεδώκασι γὰρ, οἱ μὲν, Ὅτι ἰδοὺ ἐγὼ ἀποφερω αὐτήν· οἱ δὲ, Ὅτι ἀπατῶ αὐτήν, έτεροτρόπως, ὡς ἔφην, αὐτὸ δὴ τοῦτο σημαίνοντες, τὸ πλανῶ φημὶ χρηςίμως ωοούμενον. βάσιμον δὲ οὖσαν, καὶ οἶον εὔθδρον γῆν ταῖς τῶν δαιμονίων ἀγέλαις, τάξειν εἰς ἔρημον ἐπαγγέλλεται, διδάσκων ὅτι σκληράν τε καὶ ἀστιβῆ καὶ ἄνυδρον ἀποφανεῖ τοῖς ἐκείνων θελήμασιν, ὡς ἀναπαύ- λης οὐδένα λοιπὸν εὑρίσκντας τόπον, καὶ παραιτεῖσθαι καὶ ἀποφοιτᾶν.