Ancient Greek · ~2 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 30-2
Not analysed yet
Οὕτω καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, τὸ ἐξελθὸν ἀκάθαρτον πνεῦμα ἐκ τοῦ ἀνθρώπου διέρχεσθαί φησι δἰ ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν, καὶ μὴ εὑρίσκειν. ὥσπερ γὰρ ἀνθρώποις οὐκ οἰκήσιμος ὁ ἅνυδρος χῶρος· οὕτω καὶ ἀκαθάρτοις πωεύμασι πονηρὰ καὶ ἀπηχθημένη καὶ οἶον ἄβα- τός τε καὶ ἄνυδρος γῆ νοοῖτ’ ἂν εἰκότως ἡ θεοφιλὴς καὶ ὁσία ψυχὴ, καὶ τὰ ἐκείνοις καθ’ ἡδονὴν, ἢ φρονεῖν ἢ δρᾶν οὐκ ἀνεχομένη. ἐπικουρίας οὖν ἄρα τρόπος ἡ ἐνθάδε λεγομένη πλάυγσις, καὶ μὴν καὶ τὸ εἰς ἔρημον κατατάττεσθαι γῆν· κατά γε τοῦς ἀρτίως ἡμῖν εἰρημένους λόηους.