Ancient Greek
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 29-4
Not analysed yet
Ταύτῃτοι καὶ νῦν ἐπί τι τοιοῦτον ἥξομεν. Σίκιμα τοίνυν πολίχνη τίς ἐστιν ἐπέκεινα τῶν Ἱορδάνου ναμάτων, γείτων τε καὶ ὅμορος τῆ Γαλαὰδ, ἢν τοῖς ἐξ αἵματος τοῦ Λευΐ δεδόσθαι προείπομεν, διανέμοντος τῆς ἐπαγγελίας τὴν γῆν Ἰησοῦ τοῦ Ναυῆ. συμβέβηκε τοίνυν, ἑορτῆς οὔσης ἁγίας, τῆς κατὰ νόμον σκηνοπηγίας φημὶ, ὅτε πάντας πανταχόθεν ἀναβαίνειν ἦν ἔθος εἰς Ἱεροσόλυμα, καὶ τοῦτο τοῦ νόμου τηρεῖσθαι προστάττοντος, τῶν ἀπὸ Σικύμων τινὰς, ἢ κατανυχθέντας, καὶ ἐπὶ τῆ πλανήσει μεταγινώσκοντας, ἤγουν καὶ εἰς νῆψιν κεκλημένους παρὰ Θεοῦ, λοιπὸν ἐθελῆσαι τοῖς θείοις ὑπείκειν νόμοις, καὶ ἀναβῆναι ζητεῖν εἰς Ἱεροσόλυμα, βούλεσθαί τε θυσίας προσάγειν, καὶ τὴν κατὰ νόμους ἑορτὴν ἀποπεραίνειν ἐκεῖ. τοῦτο δὲ ἦν ἀρχή τις ὥσπερ ἐπιστροφῆς, καὶ τοῦ καταλήγειν τοῦ προσκεῖσθαι θέλειν ταῖς τῶν εἰδώλων λατρείαις. ἵνα γὰρ μὴ θυσιῶν ἕνεκά τε καὶ ἑορτῶν τῶν κατὰ νόμον ἀναβαίνωσιν ἐκ τῆς Σαμαρείας εἶς Ἱεροσόλυμα τῶν ἐξ Ἰσραήλ τινες, τουτέστι τῶν δέκα φυλῶν, εἶτα κατὰ βραχὺ μεταθοῖντο πρὸς τὸ ἐν ἀρχαῖς, καὶ ὑπό γε τὴν Ἰούδα γένοιντο βασιλείαν, ἐπενόησεν ἐν ἀρχαῖς τὰς δαμάλεις Ἱερο- βοὰμ, καὶ πληροῦν ἐκέλευεν ἐπ’ αὐταῖς τὰ νενομισμένα, τὴν τῷ Θεῷ πρέπουσαν δόξαν τοῖς ἰδίοις εὑρέμασιν ἀνάπτων ὁ δείλαιος· ἵν ἔχοι μὲν αὐτὸς τὸ βασιλεύειν ἀσφαλῶς, ἀποστεροῖτο δὲ ὥσπερ τῶν ἰδίων Θεός. οὐκοῦν ἀναβαίνειν εἰς Ιεροσόλυμα τῶν ἀπὸ Σικίμων ἐπεχείρουν τινές· ἀπεῖργον δὲ τοῦτο δρᾶν οἱ ἀπὸ τῆς γείτονος Γαλαὰδ, καίτοι, καθάπερ ἔφην, ἐξ αἵματος ὄντες Λευιτικοῦ, καὶ τεταγμένοι κατὰ τὸν νόμον εἰς ἱερουργίαν. ἐπειδὴ δὲ εἰργάζοντο μάταια· τεχνουργοὶ γὰρ ἦσαν εἰδώλων· ὡς ὅσον οὐδέπω τῆς τέχνης αὐτοῖς οἰχησομένης εἰς τὸ μηδὲν, εἰ παραιτοῖτο λοιπὸν εἰδώλοις λατρεύειν ὁ Ἰσραὴλ, κατεπικραίνοντο πρὸς ὀργάς. ὡς δὲ οὐκ ἔπειθον λόγοις, ἐπ’ ἀνοσίους ἦλθον βουλάς τε καὶ πράξεις. παρεσκεύαζον γάρ τινας κατὰ μέσην τὴν ὁδὸν λῃστρικαῖς ἐφόδοις κεχρῆσθαι, καὶ φονᾶν ἀγρίως κατὰ Σικιμιτῶν, εἰ ἀναβαίνειν ἕλοιντο παρὰ τὸ αὐτοῖς δοκοῦν εἰς Ἱεροσόλυμα. καὶ πλεῖστοι μὲν ὅσοι διολώλασιν· οἱ δὲ ὅλως ἀνασεσωσμένοι, καὶ τῆς ἐκείνων χειρὸς ἀποδραμεῖν ἰσχύσαντες, ἔρημοι γεγονότες ὧν ἐπεφέροντο πρὸς θυσίαν, ἀνεκομίζοντο μόλις εἰς τὴν ἑαυτῶν. ἐγκαλεῖ τοίνυν τοῖς ἀπὸ τῆς Γαλαὰδ ὁ τῶν ὅλων Δεσπότης, ὅτι καίτοι μᾶλλον ὀφείλοντες ὡς Λευῖται καὶ Ἱερουργοὶ, καὶ τὸ καθηγεῖσθαι τῶν ἄλλων λαχόντες, κατὰ τὸν νόμον ἐναργῆ τοῖς πεπλανημένοις τὴν τῆς εὐσεβείας ἀποφαίνειν ὁδὸν, ἐκ τῶν ἐναντίων καὶ κρύπτουσιν, ὀρθὰ φρονεῖν οὐκ ἐῶντες τοὺς ἐξ ἰδίας βουλῆς, ἤγουν καὶ ἐκ τῆς ἄνωθεν εὐμενείας, κατανενυγμένους εἰς τὸ ἑλέσθαι λοιπὸν τὴν τῶν δαιμονίων ἀποφορτίσασθαι πλάνην.