Ancient Greek · ~2 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 30-4
Not analysed yet
Ἔκρυψαν τοίνυν φησὶν ἱερεῖς ὁδὸν Κυρίου, τοῦτο πάλιν ἐστὶν ἑτέρως τὸ δι’ ἑτέρου προφήτου σαφῶς εἰρημένον· “Οἱ ἱερεῖς “οὐκ εἶπαν Ποῦ ἔστι κύριος, καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου “μου οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ.” ἀλλ’ οὐ μέχρι τούτου τῶν Γαλααδιτῶν τὰ ἐγκλήματα. πρὸς γὰρ τῷ κρύψαι τὴν ὁδὸν Κυρίου καὶ ἀπεκτόνασι Σίκιμα, χερσὶν ὑποφέροντες λῃστρικαῖς. διὰ γὰρ τοῦτο καὶ ἔφασκε πρὸς τὴν Γαλαὰδ “Καὶ ἡ ἰσχύς σου ὡς ἀνδρὸς πειρατοῦ. ὅρα δὲ ὅπως εἰς ἀνάμνησιν τῆς ἀρχαίας ἡμᾶς ἱστορίας ἀποφέρει Θεὸς, καὶ παλαιῶν ἐγκλημάτων διαμέμνηται τοῦ Λευΐ. ἔστι δὲ ὅ φημι τοιοῦτόν τι πάλιν.