Ancient Greek · ~7 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 29-6
Not analysed yet
Προεισήγαγε τὰς μέμψεις, ὑποδεικνὺς ὅτι πάντη τε καὶ πάντως αὐτοῖς τομωτάτην ἔδει λοιπὸν ἐπιφέρεσθαι τὴν ὀργὴν ἀνόσια πεπραχόσι, καὶ ἐπέκεινα μέτρου κατὰ Θεοῦ δεδυσσεβηκόσιν, ὡς μηδεμιᾶς ἔτι φειδοῦς αὐτοῖς περιλελεῖφθαι τρόπον. ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, ἡμερότητος πηγὴ καὶ γένεσις, ἀνακόπτει τὸ κίνημα, οὐχ ὡς παραλόγως γεγονότι τυχὸν ἐκ λογισμοῦ του κρείττονος ἐπιτίμων· οὐ γὰρ ἀν’ ἁμάρτοι ποτὲ τῶν αὐτῇ πρεπωδεστάτων ἐννοιῶν ἢ πράξεων ἡ θεία τε καὶ ἄφραστος φύσις· ἀπείργων δὲ ὥσπερ τὸ κατ’ ἀξίαν, καὶ κατακωλύων ἐξ ἡμερότητος τὸ ὅτι μάλιστα πρέπον αὐτοῖς, τουτέστι, τὴν εἰσάπαν ἀπώλειαν, καὶ τὸ ἐκ ῥίζης ὥσπερ αὐτῆς ἀναβοθρεύεσθαι δεῖν. ταύτῃτοί φησι Τί σε διαθῶ; ποίᾳ, φησὶν, ὁδῷ χρήσομαι τὰ κατά σε συντιθείς; ὑπερασπιῶ σου καὶ ἐπαμυνῶ πάλιν, καὶ δυσκαταμάχητον ἀποδείξω τοῖς ἐπιβουλεύειν ἐθέλουσιν; εἶτα πῶς τοῦτο γενήσεται; πρέποι γὰρ ἂν τὸ κολάζεσθαι μᾶλλον ἢ εὐημερεῖν, τοῖς τὰ δεινὰ κατὰ Θεοῦ δεδρακόσιν. οὐκοῦν ἀπονέμων τὸ πρὸς ἀξίαν, καὶ ἰσοστάθμους τοῖς πλημμελήμασι τοῖς σοῖς ὁρίζων δίκας, ὡς Ἀδαμὰ θήσομαί σε κα) ὡς Σεβοείμ· πόλεις δὲ αὗται Σοδομιτικαὶ, ἃς μέχρις αὐτῶν κατεδήδοκε βάθρων τὸ καταιβάσιον πῦρ. ἀλλ’ οὐδὲ τοῦτο δράσω, φησὶ, καίτοι γενέσθαι δικαίως ὀφεῖλον. ὑπερθήσομαι δέ· μεταβεβούλευμαι γάρ· καὶ οὐκ ἀκράτοις χρήσομαι τοῖς θυμοῖς, οὐκ ἃν δοίην εἰς ἐξάλειψιν παντελῆ, καίτοι πονηρὸν γεγονότα, τὸν Ἐφραΐμ. διὰ ποίαν αἰτίαν; οὐ γὰρ ἦσαν ἄξιοι τοῦ παθεῖν αὐτό; ναί φησιν, ἀλλ’ εἰμὶ Θεὸς καὶ οὐκ ’ν, ἀγαθὸς δηλονότι, καὶ οὐχὶ τοῖς ἐξ ὀργῆς κινήμασι παραχωρῶν τὸ νικᾶν· ἀνθρώπινον γὰρ τὸ τοιόνδε πάθος. τί οὖν ἔτι κολάζεις, φησὶν, εἴπερ εἶ Θεὸς ὀργαῖς μὴ κρατούμενος, ἐμφύτῳ δὲ μᾶλλον ἑπόμενος ἡμερότητι; κολάζω, φησὶν, εἰμὶ γὰρ οὐ μόνον ἀγαθὸς, ὡς Θεός· ἁλλὰ πρὸς τούτῳ καὶ ἅγιος, μισῶν ἀδικίας, ἀποστρεφόμενος τοὺς με μεμολυσμένους, παραιτούμενος τὸν θεομισῆ, καὶ ἐπιστρέφων τὸν ἀλιτήριον, διασμήχων τὸ βέβηλον, ἵνα μοι πάλιν συνάπτηται.