Ancient Greek · ~2 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 30-6
Not analysed yet
Ωφελεῖ δὴ οὖν ὁ Προφήτης ἡμᾶς, ἀνακεκραγώς τε καὶ λέγων “Ζητήσατε τὸν κύριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν “ἐπικαλέσασθε· ἡνίκα δ’ ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ “ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς “αὐτοῦ καὶ ἐπιστραφήτω πρὸς Κύριον, καὶ ἐλεηθήσεται. χρὴ γὰρ ἡμᾶς, εἰ περὶ πολλοῦ ποιούμεθα τὸ εἶναι μετὰ Θεοῦ, παντὶ σθένει παραιτεῖσθαι τὸ πλημμελεῖν, μεμνῆσθαί τε λέγοντος “Ἅγιοι ἔσεσθε, διότι ἐγὼ ἅγιός εἰμι.”