Ancient Greek · ~3 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 29-8
Not analysed yet
Εἰ δὲ δή τις οἴοιτο καὶ εἰς ἐξήγησιν ἠθικὴν ταυτὶ δὴ χρῆναι μετακομίζεσθαι, φρονήσει καλῶς. παρεικαστέον γὰρ ἀρεταῖς καὶ τοῖς εἰς νοῦν κατορθώμασιν, ἄμπελον, συκῆν, καὶ τὰ ἕτερα τῶν ξύλων, ἃ καρποῖς ὡραίοις στεφανοῦσθαι φιλεῖ. ἀλλ’ εἰ μέν τις εἴη σοφὸς καὶ ἀγχίνους, καὶ αὐχημάτων ἀγαθῶν ἐπιμελητὴς, εὐανθῆ τε καὶ εὔξυλον τὸν εἰς νοῦν καὶ καρδίαν φορέσει κῆπον, πολυειδῆ τρέφων ἐν ἑαυτῷ τὴν ἀρετὴν, καὶ πάντα τρόπον ἐπιεικείας. εἰ δὲ δὴ ῥᾴθυμος καὶ φιλήδονος, καὶ πολὺ λίαν ἐκνενευκὼς ἐπὶ τὰ αἰσχίω, καταθρηνήσει πάντως, μαραινομένης αὐτῷ τῆς ἐπιεικείας, καὶ πολλὴν παθόντος τὴν ἀκαρπίαν τοῦ νοῦ. ἐπιμελητέον e δὴ οὖν τοῖς ἐχέφροσι τῶν ἐν καρδίαις ἀγαθῶν, ἃ δὴ προσέσται πάντως, εἰ ἐπί γε σφίσιν αὐτοῖς εὐφραίνειν ἕλοιντο ταῖς ἐπιεικείαις τὸν τῶν οὐρανίων χαρισμάτων δοτῆρα Θεόν.