Ancient Greek · ~9 min
Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
Cyrillus Theol., In XII Prophetas 3-11
Not analysed yet
Οὗτοί φησιν Ἀμὼς τοῦ ἐκ Θεκουὲ τῆς προφητείας οἱ λόγοι οἶ γεγόνασιν ἐν Ἀκκαρείμ. ἰστέον δὲ, ὅτι τὴν τοιάνδε λέξιν, ἤτοι τὸ ἐν Ἀκκαρείμ, οὐκ οἶδεν ὅλως τῶν Ἑβραίων ἡ ἔκδοσις· μόνον γὰρ εἰρήκασι τὸ Λόγοι Ἀμὼς ἐκ Θεκουέ. οἵ γε μὴν ἕτεροι τῶν ἑρμηνευτῶν ἀντὶ τοῦ ἐν Ἀκκαρεὶμ τεθείκασιν, ἐν τοῖς κτηνοτρόφοις. οὗτοι τοίνυν φησὶν οἱ λόγοι Αμὼς τοῦ ἐκ Θεκουὲ, οἵτινες γεγόνασιν ἐν καιρῷ τοῦ ποιμαίνειν ἔτι, καὶ ἐν αὐταῖς ταῖς τῶν προβάτων αὐλαῖς. ὑπὲρ αὐτῆς δὲ τῆς Ἱερουσαλὴμ οὐκ ἀκοῦσαι μᾶλλον, ἀλλ’ ἑωρακέναι φησὶ τοὺς λόγους. ἐμφανῆ γὰρ τοῖς ἁγίοις προφήταις κατέστησεν ὁ Θεὸς ὁμοῦ ταῖς ἀποκαλύψεσι μονονουχὶ καὶ αὐτὰ παρόντα τὰ πράγματα, ὥστε δοκεῖν καὶ ὁρατοὺς ἤδη πὼς γενέσθαι τοὺς λόγους, συνθεούσης τάχα που τῆς τῶν ἐκβησομένων θέας, οἷς ἃν λέγη Θεός. πλὴν ἐκεῖνο ζητήσεως ἄξιον, πῶς γὰρ ἄν τις οἰηθείη γενέσθαι τοὺς λόγους ὑπέρ γε τῆς Ἱερουσαλὴμ μόνον, καίτοι διὰ τῆς τοῦ αὐτοῦ προφήτου φωνῆς καταιτιᾶται Θεὸς τόν τε Ἰούδαν καὶ τὸν Ἰσραήλ; ἔφη γὰρ πάλιν “Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν “ἀσεβείαις υἱῶν Ἰούδα, καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀπο- “στραφήσομαι αὐτοὺς, ἕνεκεν τοῦ ἀπώσασθαι αὐτοὺς τὸν “νόμον Κυριοῦ, καὶ τὰ προστάγματα αὐτοῦ οὐκ ἐφυλά- “ξαντο. καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια αὐτῶν ἃ ἐποίη- “’σαν, οἷς ἐξηκολούθησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν· “καὶ ἀποστελῶ πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται θεμέλια “Ἱερουσαλήμ.” εἶτα τούτοις ἐφεξῆς “τάδε λέγει Κύριος “Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Ἰσραὴλ, καὶ ἐπὶ ταῖς τέσ- “σαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν.’’ προσεπενεγκὼν δὲ τῆς ἁμαρτίας τοὺς τρόπους, ἐπηπείλησε τὰ δεινὰ, καὶ ὡς πλείστην ὅσην κατ’ ἀμφοῖν ὁ λόγος αὐτῷ τὴν ἐπίπληξιν ἔχει. πῶς οὖν ὑπὲρ τῆς Ἱερουσαλὴμ γεγενῆσθαι λοιπὸν νοοῖντ’ ἂν οἱ λόγοι, καίτοι Θεοῦ λέγοντος “Ἐξαποστελῶ “πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται θεμέλια Ἰερουσαλήμ. τίς οὖν ἔσται τῆς ἀπολογίας ὁ τρόπος, φέρε, διασκεψώμεθα. φαμὲν οὖν ὅτι ἔθος τοῖς ἁγίοις προφήταις, ποτὲ μὲν διεσταλμένως τὰς δύο φυλὰς τὰς ἐν τοῖς Ἱεροσολύμοις, Ἰούδαν τε καὶ Βενιαμὶν Ἰσραὴλ ἀποκαλεῖν, ποτὲ δὲ δὴ αὖ τὰς ἐν τῇ Σαμαρείᾳ δέκα φυλὰς ἑτέρας Ἰσραὴλ ὀνομάζειν, ἤγουν Ἐφραΐμ, ἀδιαφοροῦσι δὲ πλειστάκις. καὶ ἐπείπερ εἰσὶν οἱ πάντες ἐξ αἵματος Ἰσραήλ, οὕτω καὶ ὀνομάζουσι τὰς δυοκαίδεκα φυλάς. εἰ δὲ δὴ βούλοιντο καὶ ἅπασαν ἡμῖν κάτα, σημῆναι τυχὸν τὴν τῶν Ἰουδαίων Συναγωγὴν, οὐκέτι διεσταλμένως τῷ τῆς Ἰερουσαλὴμ ὀνόματι κεχρημένους εὑρησομεν.