Ancient Greek · ~8 min
Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
Cyrillus Theol., In XII Prophetas 4-10
Not analysed yet
Γεγόνασι δὴ οὖν τῆς τοῦ Ἀμὼς προφητείας οἱ λόγοι ὑπὲρ πάσης τῆς Ἰουδαίων πληθύος, τῆς τε ἐν τοῖς Ἰεροσολύμοις καὶ τῆς ἐν Σαμαρείᾳ· πῶς δ’ ἂν εἶεν ὑπὲρ αὐτῶν, εἰπεῖν ἀναγκαῖον. ἔστι τοίνυν διττὸς ἡμῖν τῆς ἀπολογίας ὁ τρόπος. πρῶτον μὲν γὰρ εἰσκεκόμικε τὸν τῶν ὅλων Θεὸν τὰς τῆς τῶν Ἰουδαίων Συναγωγῆς ἁμαρτίας ἀφηγούμενον· εἶτα τὰ ἐσόμενα κατ’ αὐτῶν προαπηγγελκότα, προσετίθει δὲ τούτοις τὰ ἐξ ἡμερότητος ἀγαθὰ, καὶ ὅτι κατὰ καιροὺς πλείστη τις γενήσεται αὐτῶν φειδὼ καὶ ἀνακαινισμὸς εἰς τὸ ἀπ’ ἀρχῆς. ἔφη γὰρ πάλιν αὐτὸς ὁ Ἀμὼς, ὡς ἐκ προσώπου τοῦ Θεοῦ “Πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρῶ τὸν οἶκον Ἰακὼβ, λέγει “κύριος. διότι ἰδοὺ ἐγὼ ἐντέλλομαι, καὶ λικμιῶ ἐν πᾶσι “τοῖς ἔθνεσι τὸν οἶκον τοῦ Ἰσραὴλ, ὃν τρόπον λικμᾶται ἐν “τῷ λικμῷ, καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ γῆν.” προκαταμηνύει δὲ ἀναγκαίως καὶ τὴν ἐσομένην λύτρωσιν διὰ Χριστοῦ, καὶ ὅτι μεταχωρήσουσι πρὸς ἀνακαινισμὸν, καὶ ἐν εὐπαθείᾳ ἔσονται κατοικτείροντος Θεοῦ. ἔφη δὲ οὕτω πάλιν “Ἐν τῇ ἡμέρᾳ ἐκείνη ἀναστήσω τὴν σκηνὴν Δαυεὶδ τὴν “πεπτωκυῖαν, καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς, καὶ “τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω, καὶ ἀνοικοδομήσω αὐ- “τὴν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος.’’ οὐκοῦν ὑπὲρ τῆς Ιερουσαλήμ οἱ λόγοι. καὶ καθ’ ἕτερον δὲ τρόπον ὑπὲρ αὐτῆς γενέσθαι νοοῖντ’ ἂν εἰκότως. Συρία τε γὰρ καὶ οἱ Δαμάσκου βασιλεῖς, καὶ τῶν ὁμόρων ἐθνῶν οὐκ ὀλίγα τὴν τῶν Ἰουδαίων χώραν διελυμήναντο, ἄλλοτε ἄλλοι κατεξανιστάμενοί τε καὶ καταδῃοῦντες αὐτὴν, ἄγοντές τε καὶ φέροντες, καὶ τὰ ἐξ ἀκράτου δρῶντες ὀργῆς, ὡς εἰς ἐσχάτην αὐτοὺς καθικέσθαι ταλαιπωρίαν. τούτοις δὴ οὖν ἅπασι τοῖς πεπορθηκόσιν αὐτὴν εἰσκεκόμικεν ὁ Προφήτης ἀπειλοῦντα τὸν Θεὸν τὴν ἐρήμωσιν, καὶ δίκην ἔφη εἰσπραχθήσεσθαι τῶν ἀνοσίων ἐγχειρημάτων αὐτούς. οὐκοῦν ὑπὲρ τῆς Ἱερουτὰς σαλὴμ, ἤγουν ὑπὲρ πάσης τῆς Ἰουδαίων συναγωγῆς οἱ τοῦ Ἀμὼς γεγόνασι λόγοι. εἰσόμεθα δὲ τοῦτο σαφῶς τοὺς τῆς προφητείας βασανίζοντες χρόνους· κεῖται γὰρ ἐφεξῆς·