Ancient Greek · ~2 min
Commentary obadiah, ΤΟΥ ΑΥΤΟΥ
Cyrillus Theol., In XII Prophetas 3-15
Not analysed yet
Ἣ καὶ καθ’ ἕτερον τρόπον. τοῖς γὰρ ἔθνεσι τοῖς κύκλω τῆς Ἰδουμαίας ποιεῖσθαι προστέταχε τὴν περιοχὴν, ἤτοι τὴν πολιορκίαν. προστέταχε δὲ οὐχὶ πάντως ἐναργῶς, ἀλλ’ οἷον διανιστὰς ὡς Θεὸς, καὶ καταθήγων ἐπ’ αὐτοὺς, ἃ καὶ τοῖς θείοις ἀναπεπεισμένα νεύμασι προτροπάδην ἀλλήλοις μονονουχὶ διακεκραγότα φασίν Ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπ’ αὐτὴν εἰς πόλεμον. συνεισβεβλήκασι γὰρ τοῖς ἐξ Ἰσραὴλ καταδῃοῦσι τὴν Ἰδουμαίαν καὶ τὰ περίοικα τῶν ἐθνῶν.