Ancient Greek · ~7 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 30-12
Not analysed yet
Ἐφασκεν ὅτι “Οὐαὶ τοῖς ἐξουδενοῦσι Σιῶν, καὶ τοῖς πε- “ποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας.’ καὶ ἐπειδὴ δύο τινῶν ἐποιεῖτο μνήμην, τῶν τε ἐξουθενούντων φημὶ τὴν Σιῶν καὶ τῶν πεποιθότων ἐπὶ τὸ ὄρος Σαμαρείας, πολυπραγμονοῦντες ἀναγκαίως τῶν ἐννοιῶν τὴν δύναμιν, ἐφηρμόσαμεν ἡμεῖς τοῖς ἐξ Ἰούδα καὶ Βενιαμὶν τὴν αἰτίαν τοῦ ἐξουθενεῖν τὴν Σιῶν, τοῖς γεμὴν ἐξ ἐφραΐμ τὸ πεποιθέναι ἐπὶ τὸ ὄρος Σαμαρείας. εἶσι δὴ οὖν ὥσπερ ἀνόπιν ὁ λόγος, καὶ τὰ ἀμφοῖν ἐγκλήματα καταλέγει πάλιν, αὐτοῖς ἐπιφέρων τὸ οὐαί. ἔθος δὲ τῆ θείᾳ γραφῆ κατὰ τῆς εὐθείας πτώσεως τὴν τοῦ Οὐαὶ φωνὴν ἐπιφέρειν· οἷόν τι φημί “Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν “Κυρίου·” καὶ πάλιν “Οὐαὶ” οἱ ἐγειρόμενοι τὸ πρωὶ καὶ τὸ “σίκερα διώκοντες.’’ οὐαὶ τοίνυν φησὶν οἱ εὐχόμενοι εἰς ἡμέραν κακὴν, τουτέστιν οἱ ἐν τοῖς Ἱεροσολύμοις. τὸ γὰρ μὴ ἀνέχεσθαι μετανοεῖν, μήτε μὴν τὸν ἐπὶ τοῖς ἔσεσθαι προαπηγγελμένοις εἰσδέξασθαι φόβον, μονονουχὶ καὶ ἐπιθυμεῖν ἐστὶν εἰς ὀλέθρου πεσεῖν ἡμέραν. οἷον ὡς εἴ τις περί τινος τῶν φιλαμαρτημόνων λέγοι τυχόν Ἐπιθυμεῖ τεθνάναι, καίτοι τοῦτο παθεῖν οὐκ ἐθέλοντος ἐκείνου, πόθεν; ἀλλ’ ὅσον ἧκεν εἰς τὸ βούλεσθαι δρᾶν, καὶ τοῦτο ἀκαταλήκτως, τὰ τοῖς νόμοις ἀπᾴδοντα, μονονουχὶ καὶ ἐρᾷ τῆς τοῖς φιλαμαρτήμοσιν ἀεί πως ὀφειλομένης κολάσεως τε καὶ δίκης. μετανοεῖν οὖν ἄρα μὴ ἀνεχόμενοι, μονονουχὶ καὶ ἐπιθυμοῦσι πεσεῖν εἰς ἡμέραν κακὴν, καὶ ταῖς ἤδη προαπηγγελμέναις ἐναλῶναι συμφοραῖς, οἱ ἐγγίζοντες καὶ ἐφαπτόμενοι σαββάτων ψευδῶν. ἦν μὲν γὰρ ἔτι συνεστηκὼς ὁ νεὼς καὶ τὰ ἐν αὐτῷ θυσιαστήρια. καὶ προσῆγον μὲν τῷ Θεῷ τὰς κατὰ νόμον θυσίας, ἐπετέλουν δὲ καὶ τὰς ἐν σαββάτοις ἀργίας, πλὴν οὐκ εἰσάπαν ἠκριβωμένως, ἀτημελῶς δὲ σφόδρα καὶ ῥᾳθύμως κομιδῇ. καὶ γοῦν ᾐτιᾶτο διὰ φωνῆς προφητῶν, ὡς σάββατα μὴ τετηρηγοῦν οὐαὶ τοίνυν, φησὶ, τοῖς προσποιουμένοις ἐγγίζειν Θεῷ διά τοι τοῦ προσποιεῖσθαι τιμᾶν τὰ Μωυσέως ἔτι, καὶ ψευδῶν σαββάτων ἀποθιγγάνειν. ὁρᾷς ὅπως διαβέβληκεν ὡς οὐκ ὀρθῶς ἢ πεφροντισμένως τὴν τῷ σαββατίζειν πρέπουσαν τηροῦντας ἀργίαν;