Ancient Greek
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 31-11
Not analysed yet
Ἄλλως τε· χρῆναι γὰρ ὑπολαμβάνω καί τι τῶν ἀναγκαιοτέρων ἐπὶ τούτοις εἰπεῖν· ψευδῆ σάββατα, τὰ παρὰ τοῖς Ἰουδαίοις· εἴπερ ἐστὶ σκιὰ μὲν ὁ νόμος, καὶ τύπος κατὰ τὸ ἀληθὲς τὰ διὰ Μωυσέως. ὁ δὲ τύπος οὐκ ἀλήθεια, μόρφωσιν δὲ μᾶλλον τῆς ἀληθείας εἰσφέρει. τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει τοῖς Ἑβραίοις, καί φησι περὶ τῶν ἀρχαιοτέρων “Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ “τοῦ Θεοῦ.’’ οὐ γὰρ κατέπαυσεν ἐκείνους Ἰησοῦς, οὔτε μὴν εἰσεληλάκασιν εἰς τὴν κατάπαυσιν τοῦ Θεοῦ· σαββατίζομεν δὲ πνευματικῶς ἡμεῖς ἐν Χριστῷ, καταλύοντες καὶ ἀποφοιτῶντες μὲν ἁμαρτίας, καταλήγοντες δὲ παντὸς φθαρτοῦ καὶ γηίνου πράγματος. ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος “Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς “κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ “τῶν ἰδίων ὁ Θεός.