Ancient Greek · ~4 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 30-13
Not analysed yet
Kαὶ διὰ πλειόνων ἔτι καταδεδίττεται λόγων τοὺς ἀποφοιτῶντας Θεοῦ, καὶ μετασοβεῖ πρὸς τὸ ἄμεινον, εὐτέχνως τῆς θείω φύσεως τὴν ὑπεροχὴν καὶ τὸ παναλκὲς ἐξηγούμενος, καὶ ὅτι πάντη τε καὶ πάντως τοὺς ἰδίους λόγους ἀποπερανεῖ, παρεμποδίζοντος οὐδενὸς, πειρᾶται πληροφορεῖν. “Ὁ γὰρ ἐφαπτόμενος, φησὶ, τῆς γῆς, καὶ σαλεύων αὐτὴν,” κατά γε τοὺς ἀρτίως ἡμῖν ἀποδοθέντας τρόπους· αὐτὸς δὴ οὗτός ἐστιν ὁ οἰκοδομῶν εἰς τὸν οὐρανὸν ἀνάβασιν αὐτοῦ· μόνον δὲ οὐχί φησιν Ὁ πᾶσαν ἔχων τὴν ἐξουσίαν, ὥστε καὶ αὐτοῖς ἐπιβαίνειν τοῖς οὐρανοῖς, καὶ τὸ κατὰ πάντων κεκτῆσθαι κράτος, ὡς καὶ αὐτὴν ἔχειν ὑπεστρωμένην αὐτῷ τὴν ἄνω τε καὶ ἐν τοῖς οὐρανοῖς κτίσιν, ἤτοι τῶν ἁγίων ἀγγέλων τὴν μακαρίαν πληθύν. οὐρανοὺς δὲ εἶναί φαμεν τοὺς τὸν οὐρανὸν οἰκοῦντας ἀγγέλους. ἰστέον δὲ, ὅτι καὶ ὁ θεσπέσιος Ἰακὼβ αἰνιγματωδῶς τὸ χρῆμα τεθέαται. κλῖμαξ γὰρ ἦν ἀπὸ γῆς διήκουσα μέχρις οὐρανοῦ, καὶ “Ὁ μὲν Κύριός φησιν ἐπεστήρικτο ἐπ’ αὐτῆς,” ἀναβαίνοντας δὲ καὶ καταβαίνοντας δι’ αὐτῆς ἐθεᾶτο τοὺς ἀγγέ- λους. τοῦτο οἶμαί ἐστι τὸ οἰκοδομῶν εἰς τὸν οὐρανὸν ἀνάβασιν αυτου.