Ancient Greek · ~4 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 30-3
Not analysed yet
Εἰ δὲ δή τις ἕλοιτο, καὶ καθ’ ἕτερον νοήσει τρόπον. ἐπισκέπτεται μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς, οὓς ἂν βούλοιτο τιμᾶν τε καὶ ἀγπᾶν· κἂν εἰς τὸ ῥᾲθυμον ἴδῃ παρενηνεγμένους, καὶ δρὰν ἐθέλοντας ἃ μὴ θέμις, ἐπιτιμᾷ συμμέτρως, παλινδρομεῖν ἀναπείθων ἐπὶ τὰ ἀμείνω καὶ πρὸς ὄνησιν ἀνγκαῖα· τοιγάρτοι φησί καὶ ὁ θεσπέσιος Παῦλος τοῖς εἰς εὐδόκιμον κεκλημένοις ζωήν· “Εἰ παιδείαν ὑπομένετε, ὡς “υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός. τίς γάρ ἐστιν υἱὸς, ὃν οὐδεμιᾶς “παιδεύει πατήρ;” ὁ δέ γε σοφώτατος παροιμιαστὴς διαμαρτύρεται καὶ φησιν, “Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· “μαστιγοῖ δὲ παάντα υἱὸν, ὃν παραδέχεται.” οὐκοῦν οὓς παιδεύει, καὶ ἐποπτείας ἀξιοῖ, ὡς ἀγαθοὺς πάντως καὶ ἠγαπημένους· ἐφορᾷ δὲ οὐδαμῶς τοὺς σφόδρα προσκεκρουκότας αὐτῷ, μονονυχὶ λέγων, “Οὐκ οἶδα ὑμᾶς” “Ὀφ- “θαλμοῖ γὰρ Κυρίου ἐπὶ δικαίους, ”καθὰ γέγραπται. οὐκοῦν κἂν πλημμελῶσι, φησὶν, οὐκ ἐπισκέψομαι, τουτέστιν, οὐδαμῶς φροντιῶ, οὐκ ἐπιστρέψω πρὸς ἐμαυτὸν, οὐηδενὸς ἀξίους ἡγἠσομαι. διὰ ποίαν αἰτίαν; καὶ γὰρ ὑμεῖς αὐτοί φησιν, οἱ ἐν τάξει πατέρων, τοσοῦτον ἀφεστήκατε τοῦ θέλειν ἐπιτιμᾶν ἑαυτοῖς τε καὶ τοῖς ἐξ ὑμῶν, κἂν εἰ τῆς ἐσχάτης μεταποιοῖντο φαυλότητος, ὡς συναναφύρεσθαι πόρναις. συντεθύκατε γὰρτοῖς τετελεσμένοις.